Ἡ ἱεροσύνη
«Ὢ τοῦ θαύματος! τοῖς μυστηρίοις γινόμενος καὶ φαινόμενος καὶ διδόμενος καὶ φερόμενος καὶ χορηγούμενος καὶ οἰκιζόμενος καὶ ἐνδυόμενος καὶ ὀργιζόμενος καὶ καταλλαττόμενος καὶ ἱλεούμενος καὶ μεταλαμβανόμενος.
Τί καινότερον τῶν τοιούτων; Τί μεῖζον ἀγαθὸν πρὸς ἀνθρώπους; Τίς δύναμις ὑπερτέρα; Τίς ἐξουσία μείζους πλουτοῦσα χάριτας; Ἰδοὺ ὁ χοῦς ἡμεῖς καὶ πηλός τε καὶ σκώληξ, ἐξουσίαι καὶ δυνάμεις ὁρώμεθα· μᾶλλον δὲ καὶ πλείω τούτων δυνάμενοι τῇ τῆς ἱερωσύνης δυνάμει.
Καὶ πλάσται γὰρ τῆς κρείττονος πλάσεως τῷ βαπτίσματι καὶ τοῖς λοιποῖς μυστηρίοις· καὶ Θεοῦ υἱῶν πατέρες, καὶ θέσει θεῶν ἐνεργοί, καὶ ἁμαρτίας ἀναιρέται, καὶ ἐλευθερωταὶ ψυχῶν, καὶ λύται δεσμῶν αἰωνίων, καὶ παραδείσου κλειδοῦχοι, καὶ τὰ Θεοῦ δυνάμενοι· καὶ Αὐτοῦ δεικνύμεθα συνεργοὶ πρὸς σωτηρίαν ἀνθρώποις».
Ἁγιος Συμεών, Ἀρχιεπίσκόπος Θεσσαλονίκης