en ru

Εἰ μὲν καλὸν ἡ ἁμαρτία, ἄνθρωπε, φύλασσε ταύτην εἰς τέλος.
Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις;
Οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα ταύτην ἑαυτῷ συναθροίζει.
Καθαίρειν προσήκει τὸ λυποῦν τὸ σῶμα,
οὐ κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως·
Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος τῶν ἀγωγίμων ὑφίσταται·
τὸ δὲ ὑπὲρ τοῦτο καταβαπτίζεται.
Ὅρα μήποτε μείζονα ποιήσας τὰ ἁμαρτήματα τῆς ἀφέσεως, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον.
Ὅρα μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κακῶν ἑαυτῷ συλλεξάμενος, τὴν ἁμαρτίαν συναθροίσῃς,
τῆς δὲ συγχωρήσεως ἀποτύχῃς.

Κακία σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν ψυχῇ.

Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν κατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν δι' ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον τῆς θεραπείας·
οὕτω δῆλον, ὅτι τὸ κρύπτειν ἁμαρτίαν, συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον.
Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρτία.
Ὅρα, ἄνθρωπε, μήποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελος τῆς μεταμελείας οὐδέν.
Ἐπειδὴ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ στόματι ἐξομολογησώμεθα, τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρτίας.

Ἐλοιδόρησας; εὐλόγησον.

Ἐπλεονέκτησας; ἀπόδος.

Ἐμέθυσας; νήστευσον.

Ἠλαζονεύσω; ταπεινώθητι.

Ἐφθόνησας; παρακάλεσον.

Ἐφόνευσας; μαρτύρησον, ἢ τὰ ἰσοδυναμοῦντα τῷ μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως τὸ σῶμα κάκωσον, καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷ Θεῷ.

Οὐ τὸ πεσεῖν χαλεπὸν, ἀλλὰ τὸν πεσόντα κεῖσθαι, καὶ μὴ ἀνίστασθαι, ἐθελοκακοῦντα δὲ καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λογισμοῖς, τὴν τῆς προαιρέσεως ἐξεπικρύπτειν ἀσθένειαν.

Πολλοὶ τῶν ἁμαρτανόντων λέγουσιν, Αἰσχύνης γέμω·
πῶς δύναμαι προσελθεῖν τῷ Θεῷ;
πῶς δύναμαι παρακαλέσαι αὐτόν;
διαβολικὴν νοσοῦντες εὐλάβειαν.

Ἀπαῤῥησίαστος εἶ;
διὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν.
Μὴ γὰρ ἄνθρωπός ἐστιν, ὁ μέλλων σοι καταλλάττεσθαι;
Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε τῶν ἁμαρτιῶν.
Οὐχ οὕτως σὺ τῆς ἀσφαλείας ἐπιθυμεῖς τῆς σεαυτοῦ,
ὡς ἐκεῖνος ἐφίεται τῆς σωτηρίας.
Ψυχὴ ἅπαξ ἁμαρτίας γευσαμένη, καὶ ἀναλγήτως διατιθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην.
Ὥσπερ γὰρ σπινθὴρ, ἐὰν φθάσῃ ἐπιλαβέσθαι τινὸς,
πάντα λοιπὸν κατανέμεται·
οὕτω τῆς ἁμαρτίας ἡ φύσις, ἐπειδὰν τῶν τῆς ψυχῆς λογισμῶν ἐπιλάβοιτο, καὶ μηδεὶς ᾖ ὁ σβέσων, χαλεπωτέρα λοιπὸν καὶ δυσχείρωτος γίνεται, τῇ τῶν δευτέρων προσθήκῃ πρὸς μείζονα καταφρόνησιν ἐπαιρομένη.

Οὕτω γοῦν πολλοὶ πολλάκις τὴν φλόγα τὴν παρὰ τὴν ἀρχὴν μὴ σβεννύοντες,
εἰς μέγα ναυάγιον κατήντησαν.
Μὴ ἔχουσα γὰρ ἡ ἁμαρτία τὸν εἰς τὸ πρόσω προβῆναι κωλύοντα, ἵππῳ ἔοικε τὸν χαλινὸν ἀποῤῥήξαντι,
καὶ τὸν ἀναβάτην κατακρημνίσαντι.
∆υσαναβίβαστος ἡ ψυχὴ ἐπὶ ταῦτα,
ἀφ' ὧν ὠλίσθησε κακῶν·
δυσεκβίβαστος τούτων τε ὧν συνειθίσθη κακῶν.
Εἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι ἐπὶ ταῖς ἀνομίαις, καὶ ἐξιάσασθαι τῷ φαρμάκῳ τῆς μετανοίας,
τάχα ἂν χρηστὰς ἐλπίδας ἐθρέψαμεν ἐπὶ σοί.
Ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ θείου φόβου,
καὶ αὐτῆς κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως,
βέλτιόν σοι ὑπῆρχεν, ἵνα μὴ ἐγεννήθης ἐκ γαστρός.
Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν, ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη.

Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.
Φοβοῦμαι τὴν γέενναν, ὅτι αἰώνιός ἐστι·
φοβοῦμαι τὸ πῦρ, ὅτι ἄσβεστόν ἐστι·
φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης·
φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός·
φοβοῦμαι τὸν σκώληκα, ὅτι ἀτελεύτητός ἐστιν·
φοβοῦμαι τοὺς ἀγγέλους, ὅτι ἀνελεήμονές εἰσιν.

Οἴμοι, ὅτι σοῦ βοῶντος οὐκ ἤκουσα, καὶ λέγοντος·
Ὦ ψυχὴ, παῦσαι τούτων τῶν μιασμάτων,
καὶ πάντων τῶν παρ' ἐμοὶ βδελυγμάτων!
Οἴμοι, ὅτι τὸν ναόν σου ἔφθειρα,
καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα.
Κύριε, ἀληθινὰ τὰ κρίματά σου·
διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι·
δι' ἡδονῆς σαρκὸς τῷ πυρὶ παραδίδομαι.

∆ικαία ἡ κρίσις τοῦ Θεοῦ.
Ἐδιδασκόμην, καὶ οὐ προσῆκον.
∆ιεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων.
Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἐὰν προαναρπασθῇς τῆς πρὸς τὸν Θεὸν μετανοίας.
Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι.

Ἀδελφοὶ, οἷον φόβον, καὶ τρόμον, καὶ ἀνάγκην ἔχομεν ἰδεῖν,
ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται.
Παραγίνεται γὰρ ἐφ' ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες,
οἱ κοσμοκράτορες τῆς πονηρίας, αἱ ἀρχαὶ καὶ ἐξουσίαι,
καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν,
ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως ἧς κατελήφθη ἡλικίας.

Ἵστανται οὖν οἱ κατηγοροῦντες λοιπόν.
Ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ;
Ἐὰν εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούσει τὴν δεινοτάτην ἐκείνην φωνήν·
Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν τοῦ Κυρίου.
Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα σκότους καὶ γνόφου, παραδιδομένην εἰς πῦρ ἐξώτερον καὶ αἰώνιον πῦρ, ἐν ᾧ κατακριθεῖσα εἰς αἰῶνας ἀπεράντους κολασθήσεται.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.