en ru

ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τοῦς ἠσυχαστὲς Πατέρες


Ἀπόκρισις ξα '

Tοῦ Γέροντος μηδενὶ συντυγχάνοντος, εἰ μὴ τω ἰδίῳ ὑπηρέτῃ τῷ Ἀββᾷ ὁ αὐτὸς ἀδελφὸς διὰ γραμμάτων συντυχεῖν αὐτῷ παρεκάλει, λέγων, ὅτι καὶ ὁ ἀββᾶς Μωυσῆς καὶ οἱ λοιποὶ τῶν Πατέρων, συνετύγχανον τοῖς δεομένοις. Ἀπεκρίθη οὗν αὐτῷ ὁ Γέρων διὰ γραμμάτων καὶ μετὰ προρρήσεως, ὧν τὴν ἔκβασιν αὐτῇ τῇ πείρᾳ ἡμεῖς ἔγνωμεν∙ εἶπε γὰρ ὀφθήσεσθαι αὐτῷ ποίῳ τρόπῳ καὶ τίνος χάριν ἕνεκεν τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.
Μετὰ χρόνον γὰρ τοῦ αὐτοῦ ἀδελφοῦ ἐμπεσόντος εἰς πειρασμὸν δυσπιστοῦντος καὶ λέγοντος μὴ εἶναι ὅλως ἐν τῷ κελλίῳ τὸν Γέροντα, ἀλλὰ πλάττεσθαι τὸν Ἀββᾶν τὴν αὐτοῦ παρουσίαν, καλέσας ὁ Γέρων τὸν αὐτὸν ἀδελφὸν καὶ τοὺς εὑρεθέντας ἐν τῷ τόπῳ, ἔνιψε πάντων τοὺς πόδας (κἀγὼ δὲ ὁ ἁμαρτωλὸς ἠξιώθην τοῦ νίμματος). Καὶ οὕτως ἀνανήψας ὁ ἀδελφός, καὶ ταύτης τῆς ἀποκρίσεως ἀναμνησθείς, ἐξωμολογήσατο ἡμῖν τὴν ἰδίαν ἀπιστίαν, καὶ τὴν πρόρρησιν τοῦ Γέροντος∙ καὶ πάντες ἐδοξάσαμεν τὸν Θεὸν. Ἔστι δὲ ἡ ἀπόκρισις αὕτη.



Ἀδελφέ, οὐδεὶς οἶδε τὰ τοῦ ἑτέρου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ἕκαστος οἶδε τί έχει ἐν τῇ αὑτοῦ οἰκίᾳ καὶ τί κέκτηται ἐν τῷ βαλαντίῳ∙ καὶ πρὸς τοῦτο ἀναλίσκει καὶ εἰς ἄλλων διατροφήν. Καὶ πρόσταξιν ἔχομεν δεσποτικὴν μὴ οἰκοδομεῖν πύργον, ἐὰν μὴ πρότερον ψηφίσωμεν τὰς δαπάνας. Ἐψήφισάς μοι τοὺς ἁγίους τοὺς πλουτήσαντας κατὰ πνεῦμα∙ καὶ εὔφρανάς με ἐν τῇ σῇ γνώσει, ἐάν μᾶλλον καὶ ἐν τοῖς ἔργοις.

Ἐρευνῶ δὲ αὐτοὺς καὶ εὑρίσκω ὅτι κατὰ τὴν ὑπερβολὴν τῶν καλῶν αὐτῶν πράξεων, τοσοῦτόν εἰμι κἀγὼ ἐν ταῖς κακαῖς μου πράξεσι∙ κἀκεῖνοι θαρροῦντες ἐποίουν, ἐγὼ δὲ καὶ ἐκτὸς τοῦ ποιῆσαι, τρέμω γινώσκων τὰ ἐμοὶ πεπραγμένα διὰ τὸν λέγοντα ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Πυκτεύω δὲ ἀκοῦσαι τοῦ ὀνειδίζοντός με καὶ λέγοντος∙ «ὑποκριτὰ ἐκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου» καὶ τὰ λοιπά∙ κοπιῶ δὲ ἐκβαλεῖν καὶ οὐκ ἰσχύω∙ οὐκ ἀπογινώσκω δὲ ἀλλ’ ἐλπίζω ἐπιτυχεῖν.

Εἰπέ μοι, ἀδελφέ, ἐάν τις εἴπῃ τινὶ πτωχῷ ὅτι ἄνθρωποι τινες ὑπατίαν δεδώκασι, δὸς καὶ αὐτὸς μηδὲν εὐπορῶν, μὴ δύναται τοῦτο ποιῆσαι; Τί δὲ πρὸς τοῦτο; Ὅτι πολλοὶ διψῶντες καὶ εὑρίσκοντες τὴν τοῦ ύδατος ἀπόλαυσιν, οὐ περιεργάζονται περὶ τῆς πηγῆς, ἢ τοῦ ὑετοῦ, ἢ τοῦ ποταμοῦ πόθεν ἔρχονται. Καὶ πολλοὶ ἀπολαύουσι τῆς φαιδρότητος τοῦ ἡλίου, καὶ οὐ περιεργάζονται ἢ μακρός ἐστιν, ἢ κοντός, ἢ ἀναίσθητος, ἢ αἰσθητικός. Καὶ περὶ ἄλλων στοιχείων ὡσαύτως. Καὶ περὶ τοῦ Θεοῦ ἔγραψαν οἱ Πατέρες ἐρωτηθέντες, ὅτι ζήτει τὸν Κύριον καὶ μὴ ἐρεύνα ποῦ οἰκεῖ τί δὲ πρὸς σὲ τὸν ἀφέντα τὴν ἐπιζητουμένην σπουδὴν τὴν περὶ τῶν ἁμαρτιῶν, καὶ ἐπιποθοῦντα με ἰδεῖν, σκώληκα ὄζοντα, γῆν καὶ σποδόν; Ὅμως κἀγὼ ἄφρων ὤν, χαίρων ἔπεμψά σοι τὴν ἀπόκρισιν, πλανώμενος καὶ δοκῶν εἶναι τι, καὶ εἰς λήθην ἔβαλον τὸ γεγραμμένον «ὅτι ὁ δοκῶν εἶναι τι μηδὲν ὤν, ἑαυτὸν ἐξαπατᾷ», καὶ ἐπλανήθην εἰς τοῦτο καὶ ἐλάλησα μὴ ὤν ἄξιος. Σὺ ὅμως ὡς καλὸς ἐργάτης καὶ ὑπήκοος ἔργασαι, καὶ μὴ ἐπιζητήσῃς τοῦτο παρ’ἐμοῦ έπιποθοῦντος ἰδεῖν καὶ ἀσπάσασθαί σε, καὶ πάντας ἀπὸ τῆς κατὰ Θεὸν ἀγάπης, καιρῷ δὲ ἐὰν πληροφορήσῃ με ὁ Θεός, ἀπ’ ἐμαυτοῦ ἐπιρρίπτω καὶ καταφιλῶ πάντων ὑμῶν τὰ πέλματα, ἱκεσίας καὶ εὐχῆς χάριν τοῦ ρυσθῆναι ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.

Μὴ έν μετεωρισμῷ, ἀδελφέ, δαπανήσωμεν ἡμῶν τὰς ἡμέρας, ἀλλὰ κτησώμεθα τὸ πένθος τὸ μεμεστωμένον δακρύων, ἵνα μακαρισθῶμεν καὶ ἀδολεσχήσωμεν εἰς τοὺς πτωχοὺς καὶ πραεῖς, ἵνα συγκληρονόμοι γενώμεθα αὐτῶν∙ καὶ διώξαμεν τὴν εἰρήνην μετὰ πάντων, ἵνα πληθυνθῇ ὁ μισθὸς ἡμῶν ἐν τοῖς ούρανοῖς. Καὶ σπουδάσωμεν ἔργοις ἀγαθοῖς ὀφθῆναι αύτῷ, ὅπως ἴδωσιν οἱ άνθρωποι τὰ καλὰ ἡμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐχ ὡς κατηγορῶν σου ἔγραψά σοι ταῦτα, καὶ γὰρ χρεώστην ἐμαυτὸν ἐν πολλοῖς ὀφλήμασι βλέπω, ἀλλὰ ἀδιαλείπτως προσπίπτω δεόμενος τοῦ Θεοῦ χαρίσασθαι ἐμοί τε καὶ σοὶ ἄφεσιν ἁμαρτιῶν, εὐχαῖς ἁγίων. Ἀμήν.