en ru

ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
B' μέρος : Πρὸς τοὺς Γέροντες Ἀβραὰμ, Παύλο καὶ Θεόδωρο


Ἀπόκρισις νε'

Γέρων τις Αἰγύπτιος ἐλθών οἰκῆσαι ἐν τῷ Μοναστηρίῳ ἔνθα οἱ Πατέρες ἦσαν, γράμμασιν ἐχρήσατο Αἰγυπτιστί γεγραμμένοις πρός τόν Μέγαν Γέροντα (ἦν γάρ καί αὐτός Αἰγύπτιος) αἰτῶν εὐχήν καί λόγον περί ὠφελείας ψυχῆς˙ καί εἰ δυνατόν ἀξιωθῆναι τῆς αὐτοῦ συντυχίας. Ὁ δέ Ἑλληνιστί τήν ἀπόκρισιν ἔγραψεν, ἔχουσαν οὕτως


Ἐπειδή ἔταξα ἐμαυτόν τοῦ μή γράψαι τινί, ἀλλά διά τοῦ Ἀββᾶ πέμπειν τήν ἀπόκρισιν, διά τοῦτο οὐκ ἔγραψά σοι Αἰγυπτιστί, ἀλλ᾿ ἠναγκάσθην Ἑλληνιστί εἰπεῖν αὐτῷ γράψαι σοι˙ οὐ γάρ ἐπίσταται Αἰγυπτιστί λέγειν. Εἰ ἀγαπητόν σου καί Πατέρα ἐν Κυρίῳ ἔταξάς με ἐν τοῖς σοῖς γράμμασιν, ἐπιστάμενον τόν κάματον καί τάς ἀνάγκας καί τόν κίνδυνον τῆς ψυχῆς, (εἰ) Πατήρ σου εἰμί ὡς ἔγραψας, ἐντολήν σοι δίδωμι μή ὀχλήσῃς μοι περί συντυχίας. Οὐ γάρ ποιῶ διαφοράν ἀνθρώπου καί ζῶ˙ ἀλλ᾿ ἐάν ἀνοίξω σοι, καί πᾶσι˙ καί ἐάν μή σοί, οὐδ᾿ ἄλλῳ τινί. Τοῦτο δέ σοι ἔγραψα, ἐπειδή ἔγραψας λέγων˙ ποίησόν με ἄξιον τῆς σῆς πραότητος, καί ποίησον ἔλεος μετά τῆς ψυχῆς μου τῆς ταλαιπώρου. Καί πάλιν ὅτι εἶπας ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτι ἡ ἁμαρτία μου ἀφώρισέ με ἀπό σοῦ τοῦ δεσπότου μου˙ ἐγὠ τέως χάριτι Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐκ ἀφωρίσθην ἀπό σοῦ, ἀλλά μετά τῆς ἀγάπης σου εἰμί ἀεί ἐν τῷ πνεύαμτι. Καί τό ὕστερον γράψαι μοι ἐν τῷ αὐτῷ γράμματι, ὅτι εὖξαι ὑπέρ τῶν ἁμαρτιῶν μου, κἀγώ σοι τό αὐτό λέγω˙ εὖξαι ὑπέρ τῶν ἁμαρτιῶν μου˙ (σελ. 150) φησί καθώς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καί ὑμεῖς ποιεῖτε αὐτοῖς. Ἐγώ τέως κἄν ταλαίπωρος καί ἐλαχιστότερός εἰμι πάντων ἀνθρώπων, ἀλλά ποιῶ τήν δύναμίν μου διά τόν λέγοντα, εὔξασθε ὑπέρ ἀλλήλων ὅπως ἰαθῆτε.

Ἀδελφέ, ξένοι ἐσμέν, ξένοι γενώμεθα καί μή μετρήσωμεν ἑαυτούς ἔν τινι, καί οὐδείς ἡμᾶς ψηφίζει καί ἀναπαυόμεθα. Εἰσελθών δέ πρός ἡμᾶς, πύκτευσον τοῦ ὑπομεῖναι˙ φησί γάρ, ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ἐπί πᾶσι δέ ἀγώνισαι τοῦ ἀποθανεῖν ἀπό παντός ἀνθρώπου καί σωθήσῃ˙ καί εἰπέ τῷ λογισμῷ ἀπέθανον, καί ἐν τῷ τάφῳ κεῖμαι.

Πείσθητί μοι, ἀγαπητέ, ὅτι ἀναγκαζόμενος ὑπό τῆς ἀγάπης τοῦ Θεοῦ ὑπερέβην μου τά μέτρα τοῦ εἰπεῖν ταῦτα πρός τήν ἀγάπην σου˙ τίς γάρ εἰμι ὁ ἐλάχιστος; Διά τοῦτο αἰτῶν συγχώρησιν λέγω˙ συγχώρησόν μοι τῷ φλυάρῳ διά τόν Κύριον˙ καί εὖξαι ὑπέρ ἐμοῦ, δοῦλε τοῦ Θεοῦ Ἀβραάμ.


Ἀπόκρισις νστ'
 
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν ἀββᾶν Παῦλον γέροντα, ἡσυχάζοντα [καί ζητοῦντα] τινα ἀδελφόν τυφλόν προσλαβέσθαι καί ὑπηρετεῖν αὐτῷ.


Ἀδελφέ Παῦλε, ἔστι παροιμία λέγουσα˙ εἶδες νεώτερον τρέχοντα, μάθε ὅτι γέρων αὐτόν ἐδελέασε˙ παρ᾿ ἡμῖν οὖν ὁ δελεάζων ἡμᾶς, ὁ γέρων, ὁ σατανᾶς ἐστι˙ καί φθονῶν θέλει ἡμᾶς βαλεῖν εἰς κακάς ἡμέρας προφάσει δικαιώματος. Καί οὐκ οἴδαμεν, ὅτι πολλοί θέλοντες ἀνασπᾶσαι τινάς ἀπό τοῦ ποταμοῦ συγκατεποντίσθησαν αὐτοῖς. Βλέπε ἀπό πότε σε θέλει παγιδεῦσαι˙ καί ὅταν ἐρωτᾷς καί λαμβάνῃς ἀπόκρισιν, στρέφει τό μάγγανον εἰς ἄλλον κατώτερον ὑπέρ τήν δύναμίν σου. Οὐκ ἀπαιτεῖ σε ὁ Θεός ἀγαθοποιῆσαι τῷ πλησίον˙ οὕτω γάρ καί λέγει, καθ᾿ ὅ ἄν εὑρίσκει ἡ χείρ σου. Ἦλθεν ὁ τυφλός, ἠρρώστησας καί σύ μεγάλως˙ τίς ὑπηρετεῖ καί σέ κἀκεῖνον; [Κἄν τις ὑπηρετεῖ σε χαίρων], ἀλλ᾿ ὁ φέρων σοι τά δικαιώματα ταῦτα, ἀεί λέγει σοι, ἴδε ἤνεγκας τῷ κοινοβίῳ βάρος. Καί ἔστιν ὁ ἄνθρωπος ὡς οἶδας δυσβάστακτος, ὡς ἡ Γραφή λέγει˙ ἄνδρα ἤ καί γέροντα μικρόψυχον τίς ὑποίσει; Εἰ δέ χρεία γεύσασθαι ὀλίγων ἡμερῶν κακῶν, ποίησον ὅ θέλεις. Εἰ μή ἠρωτήθην οὐκ (σελ. 152) εἶχον λαλῆσαι˙ ἅ δέ πάλιν ἐλάλησα διά τήν ἀγάπην τοῦ Χριστοῦ ἐλαλησα, ἵνα μή πλανηνῇ ὁ ἀδελφός μου. Εἰ δέ συμπάσχεις αὐτῷ διά τόν Θεόν καί πιστεύεις ὅτι δυνατόν ἐστιν ὁ Θεός βοηθῆσαι αὐτῷ, δεήθητι αὐτοῦ ὡς θέλει ποιεῖ μετ᾿ αὐτοῦ.

Οὐκ ἔδησά σε, ἀδελφέ, οὐδέ ἐντολήν σοι δέδωκα, ἀλλά γνώμην˙ ὡς θέλεις οὖν ποίησον˙ καί συγχώρησόν μοι διά τόν Κύριον, καί εὖξαι ὑπέρ ἐμοῦ τό ἐλαχίστου.


Ἀπόκρισις νζ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, κινήσαντα λόγον πρός τινα περί πίστεως καί μή ὄντα ἱκανόν πρός τοιαύτην ζήτησιν καί ταρασσόμενον εἰς τήν ἀντιβολήν.


Ὁ θεῖος Ἀπόστολος, διά Πνεύματος ἁγίου κινηθείς εἶπε˙ πιστός ὁ Θεός ὅς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπέρ ὅ δύνασθε, ἀλλά ποιήσει σύν τῷ πειρασμῷ καί τήν ἔκβασιν πρός τό δύνασθαι ὑπενεγκεῖν. Ὁμόψυχε ἀδελφέ καί γνήσιε ἀγαπητέ, πληροφορήθητι ἐν Κυρίῳ, ὅτι βλέπων τήν θλῖψιν καί τήν ταραχήν τοῦ φθάσαντος σε πειρασμοῦ, οὕτως ἤλγησα δεινῶς ὡς οὐδέποτε. Μάλιστα μνησθείς τοῦ Ἀποστόλου λέγοντος˙ τίς ἀσθενεῖ καί οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται καί οὐκ ἐγώ πυροῦμαι; Καί πάλιν εἰ πάσχει ἕν μέλος συμπάσχει πάντα τά μέλη. Εἰ γάρ οὐ πράττω τά τοῦ Ἀποστόλου, ἀλλ᾿ ἤκουσα αὐτοῦ λέγοντος, κλαίειν μετά κλαιόντων καί χαίρειν μετά χαιρόντων. Ἀλλά δόξῳ τῷ ὑψίστῳ Θεῷ τῷ μή παραχωρήσαντι τῷ μισοκάλῳ ἐχθρῷ πληρῶσαι εἰς σέ πᾶσαν τήν κακίαν αὑτοῦ, κατά τό ἴδιον αὑτοῦ θέλημα˙ οὕτω γάρ θέλει ζῶντας καταπιεῖν τούς ἀνθρώπους, ὡς μαρτυρεῖ ὁ κορυφαῖος τῶν Ἀποστόλων Πέτρος, λέγων, ὅτι ὡς λέων ὠρύεται ζητῶν τίνα καταπίῃ.

Δέσποτά μου, μή διά τάχους ἀεί δεχώμεθα τήν ταραχήν τῶν πονηρῶν λογισμῶν, τοῦ οὕτω κινεῖσθαι καί ταράσσεσθαι πρός τόν πλησίον ἡμῶν˙ τοῦτο γάρ τῆς διαβόλου ἐνεργείας ἐστί, καί οὐδέν ἄλλο. Καί ποῦ ἐθήκαμεν ὅτι «μακάριος ὁ ὑπομένων πειρασμόν, ὅτι δόκιμος γίνεται» καί τά ἑξῆς; Ταῦτα οὖν οὐκ ἔγραψα τῇ ὑμετέρᾳ ἀγάπῃ ὡς χρῄζοντι διδασκαλίας˙ ἐάν γάρ ἐρευνήσῃς τάς Γραφάς, περισσότερόν μου καί νήφεις καί φρονεῖς˙ [εἰμι] γάρ ταλαίπωρος (σελ. 154) καί ἀσθενής καί ὄνομα μόνον ἔχων διακενῆς˙ ἀπό δέ πόνου καρδίας καί ἀγάπης περισσοτέρας εἰς Θεόν, ἔγραψά σοι διά πολλῶν δακρύων.

Στήριξοι οὖν τήν καρίαν σου ἐν τῷ φόβῳ αὐτοῦ, ὁ στερεώσας τόν οὐρανόν καί πήξας αὐτόν˙ καί θεμελιώσοι σου τήν οἰκοδομήν ἐπί τήν στερεάν πέτραν, ὁ θεμελιώσας τήν γῆν ἐπί τῶν ὑδάτων˙ καί ἐπιτιμήσοι τοῖς πειρατηρίοις σου, ὁ ἐπιτίμησας τοῖς ἀνέμοις καί τῇ θαλάσσῃ˙ μακρύνοι ἀπό σοῦ τήν λήθην τῶν ἐντολῶν, ὁ μακρύνας ἀπό δυσμῶν τάς ἀνατολάς˙ οἰκτειρήσοι σου τήν ψυχήν, ὡς οἰκτείρει πατήρ υἱούς˙ καί φωτίσοι σου τήν καρδίαν, ὁ φωτίσας τά πρίν ἐσκοτισμένα˙ καί δώῃ σοι ὑπομονήν τοῦ οἰκῆσαι μετ᾿ ἐμοῦ τοῦ ἀγαπητοῦ σου μετ᾿ εἰρήνης ἕως ὑστέρας ἀναπνοῆς, καθώς καί πρό χρόνου ἐδήλωσεν ἡμῖν διά τῆς χάριτος αὐτοῦ, ὁ φήσας˙ «ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται». Καί δώῃ ἡμῖν ἐλθεῖν εἰς τήν τελείαν αὐτοῦ ἀγάπην, ὁ εἰπών, «εἰ ἀγαπᾶτέ με, τάς ἐντολάς μου τηρήσατε»˙ καί πάλιν εἶπεν «ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγάπην ἔχητε ἐν ἀλλήλοις».

Εἰ εἴχομεν τοιαύτην ἀγάπην, οὐδέν ἡμᾶς ἐχώριζεν ἀπ᾿ ἀλλήλων ἕως θανάτου. Ἀλλ᾿ ὅμως γέγραπται «καί νῦν Ἰσραήλ»˙ καί πάλιν «ἐάν τό πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπαναστῇ ἐπί σέ, τόπον σου μή ἀφῇς». Ἐγώ τόν λόγον τῆς Ρούθ λέγω σοι, «μή μοι εἴη ἀποχωρισθῆναί σου˙ ἀλλ᾿ ὁ θάνατος ἀποχωρίζει ἀναμέσον ἐμοῦ καί σοῦ». Εἰ δέ σύ τι παρασαλεύεις ἀπό τούτων, ἐγώ ἀθῶός εἰμι κατά πάντα, σύ ὄψει καί ἀπολογήσῃ ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Καί γάρ ἐγώ τήν ψυχήν μου ἡδέως τίθημι εἰς θάνατον ὑπέρ σοῦ τοῦ ἀδελφοῦ μου˙ καί οὐκ ἔστιν ἐντολή..

Ἡσύχασον πεποιθώς, θαυμάζων καί δοξάζων τόν λυτρωσάμενόν σε Θεόν ἀπό κινδύνων μεγάλων καί θλίψεων καί πειρασμῶν ποικίλων. Αὐτῷ ἡ δόξα [εἰς τούς αἰῶνας], ἀμήν. Συγχώρησόν μοι πολλά φλυαρήσαντι˙ ἀπό γάρ λύπης πολλῆς καί χαρᾶς μεγάλης ἐπλάτυνά σοι τόν λόγον.

[Ὁ Κύριος μετά σοῦ, ἀγαπητέ].