en ru


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τοῦς ἠσυχαστὲς Πατέρες


Ἀπόκρισις ξα '

Tοῦ Γέροντος μηδενὶ συντυγχάνοντος, εἰ μὴ τω ἰδίῳ ὑπηρέτῃ τῷ Ἀββᾷ ὁ αὐτὸς ἀδελφὸς διὰ γραμμάτων συντυχεῖν αὐτῷ παρεκάλει, λέγων, ὅτι καὶ ὁ ἀββᾶς Μωυσῆς καὶ οἱ λοιποὶ τῶν Πατέρων, συνετύγχανον τοῖς δεομένοις. Ἀπεκρίθη οὗν αὐτῷ ὁ Γέρων διὰ γραμμάτων καὶ μετὰ προρρήσεως, ὧν τὴν ἔκβασιν αὐτῇ τῇ πείρᾳ ἡμεῖς ἔγνωμεν∙ εἶπε γὰρ ὀφθήσεσθαι αὐτῷ ποίῳ τρόπῳ καὶ τίνος χάριν ἕνεκεν τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.
Μετὰ χρόνον γὰρ τοῦ αὐτοῦ ἀδελφοῦ ἐμπεσόντος εἰς πειρασμὸν δυσπιστοῦντος καὶ λέγοντος μὴ εἶναι ὅλως ἐν τῷ κελλίῳ τὸν Γέροντα, ἀλλὰ πλάττεσθαι τὸν Ἀββᾶν τὴν αὐτοῦ παρουσίαν, καλέσας ὁ Γέρων τὸν αὐτὸν ἀδελφὸν καὶ τοὺς εὑρεθέντας ἐν τῷ τόπῳ, ἔνιψε πάντων τοὺς πόδας (κἀγὼ δὲ ὁ ἁμαρτωλὸς ἠξιώθην τοῦ νίμματος). Καὶ οὕτως ἀνανήψας ὁ ἀδελφός, καὶ ταύτης τῆς ἀποκρίσεως ἀναμνησθείς, ἐξωμολογήσατο ἡμῖν τὴν ἰδίαν ἀπιστίαν, καὶ τὴν πρόρρησιν τοῦ Γέροντος∙ καὶ πάντες ἐδοξάσαμεν τὸν Θεὸν. Ἔστι δὲ ἡ ἀπόκρισις αὕτη.



Ἀδελφέ, οὐδεὶς οἶδε τὰ τοῦ ἑτέρου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ἕκαστος οἶδε τί έχει ἐν τῇ αὑτοῦ οἰκίᾳ καὶ τί κέκτηται ἐν τῷ βαλαντίῳ∙ καὶ πρὸς τοῦτο ἀναλίσκει καὶ εἰς ἄλλων διατροφήν. Καὶ πρόσταξιν ἔχομεν δεσποτικὴν μὴ οἰκοδομεῖν πύργον, ἐὰν μὴ πρότερον ψηφίσωμεν τὰς δαπάνας. Ἐψήφισάς μοι τοὺς ἁγίους τοὺς πλουτήσαντας κατὰ πνεῦμα∙ καὶ εὔφρανάς με ἐν τῇ σῇ γνώσει, ἐάν μᾶλλον καὶ ἐν τοῖς ἔργοις.

Ἐρευνῶ δὲ αὐτοὺς καὶ εὑρίσκω ὅτι κατὰ τὴν ὑπερβολὴν τῶν καλῶν αὐτῶν πράξεων, τοσοῦτόν εἰμι κἀγὼ ἐν ταῖς κακαῖς μου πράξεσι∙ κἀκεῖνοι θαρροῦντες ἐποίουν, ἐγὼ δὲ καὶ ἐκτὸς τοῦ ποιῆσαι, τρέμω γινώσκων τὰ ἐμοὶ πεπραγμένα διὰ τὸν λέγοντα ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Πυκτεύω δὲ ἀκοῦσαι τοῦ ὀνειδίζοντός με καὶ λέγοντος∙ «ὑποκριτὰ ἐκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου» καὶ τὰ λοιπά∙ κοπιῶ δὲ ἐκβαλεῖν καὶ οὐκ ἰσχύω∙ οὐκ ἀπογινώσκω δὲ ἀλλ’ ἐλπίζω ἐπιτυχεῖν.

Εἰπέ μοι, ἀδελφέ, ἐάν τις εἴπῃ τινὶ πτωχῷ ὅτι ἄνθρωποι τινες ὑπατίαν δεδώκασι, δὸς καὶ αὐτὸς μηδὲν εὐπορῶν, μὴ δύναται τοῦτο ποιῆσαι; Τί δὲ πρὸς τοῦτο; Ὅτι πολλοὶ διψῶντες καὶ εὑρίσκοντες τὴν τοῦ ύδατος ἀπόλαυσιν, οὐ περιεργάζονται περὶ τῆς πηγῆς, ἢ τοῦ ὑετοῦ, ἢ τοῦ ποταμοῦ πόθεν ἔρχονται. Καὶ πολλοὶ ἀπολαύουσι τῆς φαιδρότητος τοῦ ἡλίου, καὶ οὐ περιεργάζονται ἢ μακρός ἐστιν, ἢ κοντός, ἢ ἀναίσθητος, ἢ αἰσθητικός. Καὶ περὶ ἄλλων στοιχείων ὡσαύτως. Καὶ περὶ τοῦ Θεοῦ ἔγραψαν οἱ Πατέρες ἐρωτηθέντες, ὅτι ζήτει τὸν Κύριον καὶ μὴ ἐρεύνα ποῦ οἰκεῖ τί δὲ πρὸς σὲ τὸν ἀφέντα τὴν ἐπιζητουμένην σπουδὴν τὴν περὶ τῶν ἁμαρτιῶν, καὶ ἐπιποθοῦντα με ἰδεῖν, σκώληκα ὄζοντα, γῆν καὶ σποδόν; Ὅμως κἀγὼ ἄφρων ὤν, χαίρων ἔπεμψά σοι τὴν ἀπόκρισιν, πλανώμενος καὶ δοκῶν εἶναι τι, καὶ εἰς λήθην ἔβαλον τὸ γεγραμμένον «ὅτι ὁ δοκῶν εἶναι τι μηδὲν ὤν, ἑαυτὸν ἐξαπατᾷ», καὶ ἐπλανήθην εἰς τοῦτο καὶ ἐλάλησα μὴ ὤν ἄξιος. Σὺ ὅμως ὡς καλὸς ἐργάτης καὶ ὑπήκοος ἔργασαι, καὶ μὴ ἐπιζητήσῃς τοῦτο παρ’ἐμοῦ έπιποθοῦντος ἰδεῖν καὶ ἀσπάσασθαί σε, καὶ πάντας ἀπὸ τῆς κατὰ Θεὸν ἀγάπης, καιρῷ δὲ ἐὰν πληροφορήσῃ με ὁ Θεός, ἀπ’ ἐμαυτοῦ ἐπιρρίπτω καὶ καταφιλῶ πάντων ὑμῶν τὰ πέλματα, ἱκεσίας καὶ εὐχῆς χάριν τοῦ ρυσθῆναι ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.

Μὴ έν μετεωρισμῷ, ἀδελφέ, δαπανήσωμεν ἡμῶν τὰς ἡμέρας, ἀλλὰ κτησώμεθα τὸ πένθος τὸ μεμεστωμένον δακρύων, ἵνα μακαρισθῶμεν καὶ ἀδολεσχήσωμεν εἰς τοὺς πτωχοὺς καὶ πραεῖς, ἵνα συγκληρονόμοι γενώμεθα αὐτῶν∙ καὶ διώξαμεν τὴν εἰρήνην μετὰ πάντων, ἵνα πληθυνθῇ ὁ μισθὸς ἡμῶν ἐν τοῖς ούρανοῖς. Καὶ σπουδάσωμεν ἔργοις ἀγαθοῖς ὀφθῆναι αύτῷ, ὅπως ἴδωσιν οἱ άνθρωποι τὰ καλὰ ἡμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐχ ὡς κατηγορῶν σου ἔγραψά σοι ταῦτα, καὶ γὰρ χρεώστην ἐμαυτὸν ἐν πολλοῖς ὀφλήμασι βλέπω, ἀλλὰ ἀδιαλείπτως προσπίπτω δεόμενος τοῦ Θεοῦ χαρίσασθαι ἐμοί τε καὶ σοὶ ἄφεσιν ἁμαρτιῶν, εὐχαῖς ἁγίων. Ἀμήν.



ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
B' μέρος : Πρὸς τοὺς Γέροντες Ἀβραὰμ, Παύλο καὶ Θεόδωρο


Ἀπόκρισις νε'

Γέρων τις Αἰγύπτιος ἐλθών οἰκῆσαι ἐν τῷ Μοναστηρίῳ ἔνθα οἱ Πατέρες ἦσαν, γράμμασιν ἐχρήσατο Αἰγυπτιστί γεγραμμένοις πρός τόν Μέγαν Γέροντα (ἦν γάρ καί αὐτός Αἰγύπτιος) αἰτῶν εὐχήν καί λόγον περί ὠφελείας ψυχῆς˙ καί εἰ δυνατόν ἀξιωθῆναι τῆς αὐτοῦ συντυχίας. Ὁ δέ Ἑλληνιστί τήν ἀπόκρισιν ἔγραψεν, ἔχουσαν οὕτως


Ἐπειδή ἔταξα ἐμαυτόν τοῦ μή γράψαι τινί, ἀλλά διά τοῦ Ἀββᾶ πέμπειν τήν ἀπόκρισιν, διά τοῦτο οὐκ ἔγραψά σοι Αἰγυπτιστί, ἀλλ᾿ ἠναγκάσθην Ἑλληνιστί εἰπεῖν αὐτῷ γράψαι σοι˙ οὐ γάρ ἐπίσταται Αἰγυπτιστί λέγειν. Εἰ ἀγαπητόν σου καί Πατέρα ἐν Κυρίῳ ἔταξάς με ἐν τοῖς σοῖς γράμμασιν, ἐπιστάμενον τόν κάματον καί τάς ἀνάγκας καί τόν κίνδυνον τῆς ψυχῆς, (εἰ) Πατήρ σου εἰμί ὡς ἔγραψας, ἐντολήν σοι δίδωμι μή ὀχλήσῃς μοι περί συντυχίας. Οὐ γάρ ποιῶ διαφοράν ἀνθρώπου καί ζῶ˙ ἀλλ᾿ ἐάν ἀνοίξω σοι, καί πᾶσι˙ καί ἐάν μή σοί, οὐδ᾿ ἄλλῳ τινί. Τοῦτο δέ σοι ἔγραψα, ἐπειδή ἔγραψας λέγων˙ ποίησόν με ἄξιον τῆς σῆς πραότητος, καί ποίησον ἔλεος μετά τῆς ψυχῆς μου τῆς ταλαιπώρου. Καί πάλιν ὅτι εἶπας ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτι ἡ ἁμαρτία μου ἀφώρισέ με ἀπό σοῦ τοῦ δεσπότου μου˙ ἐγὠ τέως χάριτι Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐκ ἀφωρίσθην ἀπό σοῦ, ἀλλά μετά τῆς ἀγάπης σου εἰμί ἀεί ἐν τῷ πνεύαμτι. Καί τό ὕστερον γράψαι μοι ἐν τῷ αὐτῷ γράμματι, ὅτι εὖξαι ὑπέρ τῶν ἁμαρτιῶν μου, κἀγώ σοι τό αὐτό λέγω˙ εὖξαι ὑπέρ τῶν ἁμαρτιῶν μου˙ (σελ. 150) φησί καθώς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καί ὑμεῖς ποιεῖτε αὐτοῖς. Ἐγώ τέως κἄν ταλαίπωρος καί ἐλαχιστότερός εἰμι πάντων ἀνθρώπων, ἀλλά ποιῶ τήν δύναμίν μου διά τόν λέγοντα, εὔξασθε ὑπέρ ἀλλήλων ὅπως ἰαθῆτε.

Ἀδελφέ, ξένοι ἐσμέν, ξένοι γενώμεθα καί μή μετρήσωμεν ἑαυτούς ἔν τινι, καί οὐδείς ἡμᾶς ψηφίζει καί ἀναπαυόμεθα. Εἰσελθών δέ πρός ἡμᾶς, πύκτευσον τοῦ ὑπομεῖναι˙ φησί γάρ, ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ἐπί πᾶσι δέ ἀγώνισαι τοῦ ἀποθανεῖν ἀπό παντός ἀνθρώπου καί σωθήσῃ˙ καί εἰπέ τῷ λογισμῷ ἀπέθανον, καί ἐν τῷ τάφῳ κεῖμαι.

Πείσθητί μοι, ἀγαπητέ, ὅτι ἀναγκαζόμενος ὑπό τῆς ἀγάπης τοῦ Θεοῦ ὑπερέβην μου τά μέτρα τοῦ εἰπεῖν ταῦτα πρός τήν ἀγάπην σου˙ τίς γάρ εἰμι ὁ ἐλάχιστος; Διά τοῦτο αἰτῶν συγχώρησιν λέγω˙ συγχώρησόν μοι τῷ φλυάρῳ διά τόν Κύριον˙ καί εὖξαι ὑπέρ ἐμοῦ, δοῦλε τοῦ Θεοῦ Ἀβραάμ.


Ἀπόκρισις νστ'
 
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν ἀββᾶν Παῦλον γέροντα, ἡσυχάζοντα [καί ζητοῦντα] τινα ἀδελφόν τυφλόν προσλαβέσθαι καί ὑπηρετεῖν αὐτῷ.


Ἀδελφέ Παῦλε, ἔστι παροιμία λέγουσα˙ εἶδες νεώτερον τρέχοντα, μάθε ὅτι γέρων αὐτόν ἐδελέασε˙ παρ᾿ ἡμῖν οὖν ὁ δελεάζων ἡμᾶς, ὁ γέρων, ὁ σατανᾶς ἐστι˙ καί φθονῶν θέλει ἡμᾶς βαλεῖν εἰς κακάς ἡμέρας προφάσει δικαιώματος. Καί οὐκ οἴδαμεν, ὅτι πολλοί θέλοντες ἀνασπᾶσαι τινάς ἀπό τοῦ ποταμοῦ συγκατεποντίσθησαν αὐτοῖς. Βλέπε ἀπό πότε σε θέλει παγιδεῦσαι˙ καί ὅταν ἐρωτᾷς καί λαμβάνῃς ἀπόκρισιν, στρέφει τό μάγγανον εἰς ἄλλον κατώτερον ὑπέρ τήν δύναμίν σου. Οὐκ ἀπαιτεῖ σε ὁ Θεός ἀγαθοποιῆσαι τῷ πλησίον˙ οὕτω γάρ καί λέγει, καθ᾿ ὅ ἄν εὑρίσκει ἡ χείρ σου. Ἦλθεν ὁ τυφλός, ἠρρώστησας καί σύ μεγάλως˙ τίς ὑπηρετεῖ καί σέ κἀκεῖνον; [Κἄν τις ὑπηρετεῖ σε χαίρων], ἀλλ᾿ ὁ φέρων σοι τά δικαιώματα ταῦτα, ἀεί λέγει σοι, ἴδε ἤνεγκας τῷ κοινοβίῳ βάρος. Καί ἔστιν ὁ ἄνθρωπος ὡς οἶδας δυσβάστακτος, ὡς ἡ Γραφή λέγει˙ ἄνδρα ἤ καί γέροντα μικρόψυχον τίς ὑποίσει; Εἰ δέ χρεία γεύσασθαι ὀλίγων ἡμερῶν κακῶν, ποίησον ὅ θέλεις. Εἰ μή ἠρωτήθην οὐκ (σελ. 152) εἶχον λαλῆσαι˙ ἅ δέ πάλιν ἐλάλησα διά τήν ἀγάπην τοῦ Χριστοῦ ἐλαλησα, ἵνα μή πλανηνῇ ὁ ἀδελφός μου. Εἰ δέ συμπάσχεις αὐτῷ διά τόν Θεόν καί πιστεύεις ὅτι δυνατόν ἐστιν ὁ Θεός βοηθῆσαι αὐτῷ, δεήθητι αὐτοῦ ὡς θέλει ποιεῖ μετ᾿ αὐτοῦ.

Οὐκ ἔδησά σε, ἀδελφέ, οὐδέ ἐντολήν σοι δέδωκα, ἀλλά γνώμην˙ ὡς θέλεις οὖν ποίησον˙ καί συγχώρησόν μοι διά τόν Κύριον, καί εὖξαι ὑπέρ ἐμοῦ τό ἐλαχίστου.


Ἀπόκρισις νζ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, κινήσαντα λόγον πρός τινα περί πίστεως καί μή ὄντα ἱκανόν πρός τοιαύτην ζήτησιν καί ταρασσόμενον εἰς τήν ἀντιβολήν.


Ὁ θεῖος Ἀπόστολος, διά Πνεύματος ἁγίου κινηθείς εἶπε˙ πιστός ὁ Θεός ὅς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπέρ ὅ δύνασθε, ἀλλά ποιήσει σύν τῷ πειρασμῷ καί τήν ἔκβασιν πρός τό δύνασθαι ὑπενεγκεῖν. Ὁμόψυχε ἀδελφέ καί γνήσιε ἀγαπητέ, πληροφορήθητι ἐν Κυρίῳ, ὅτι βλέπων τήν θλῖψιν καί τήν ταραχήν τοῦ φθάσαντος σε πειρασμοῦ, οὕτως ἤλγησα δεινῶς ὡς οὐδέποτε. Μάλιστα μνησθείς τοῦ Ἀποστόλου λέγοντος˙ τίς ἀσθενεῖ καί οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται καί οὐκ ἐγώ πυροῦμαι; Καί πάλιν εἰ πάσχει ἕν μέλος συμπάσχει πάντα τά μέλη. Εἰ γάρ οὐ πράττω τά τοῦ Ἀποστόλου, ἀλλ᾿ ἤκουσα αὐτοῦ λέγοντος, κλαίειν μετά κλαιόντων καί χαίρειν μετά χαιρόντων. Ἀλλά δόξῳ τῷ ὑψίστῳ Θεῷ τῷ μή παραχωρήσαντι τῷ μισοκάλῳ ἐχθρῷ πληρῶσαι εἰς σέ πᾶσαν τήν κακίαν αὑτοῦ, κατά τό ἴδιον αὑτοῦ θέλημα˙ οὕτω γάρ θέλει ζῶντας καταπιεῖν τούς ἀνθρώπους, ὡς μαρτυρεῖ ὁ κορυφαῖος τῶν Ἀποστόλων Πέτρος, λέγων, ὅτι ὡς λέων ὠρύεται ζητῶν τίνα καταπίῃ.

Δέσποτά μου, μή διά τάχους ἀεί δεχώμεθα τήν ταραχήν τῶν πονηρῶν λογισμῶν, τοῦ οὕτω κινεῖσθαι καί ταράσσεσθαι πρός τόν πλησίον ἡμῶν˙ τοῦτο γάρ τῆς διαβόλου ἐνεργείας ἐστί, καί οὐδέν ἄλλο. Καί ποῦ ἐθήκαμεν ὅτι «μακάριος ὁ ὑπομένων πειρασμόν, ὅτι δόκιμος γίνεται» καί τά ἑξῆς; Ταῦτα οὖν οὐκ ἔγραψα τῇ ὑμετέρᾳ ἀγάπῃ ὡς χρῄζοντι διδασκαλίας˙ ἐάν γάρ ἐρευνήσῃς τάς Γραφάς, περισσότερόν μου καί νήφεις καί φρονεῖς˙ [εἰμι] γάρ ταλαίπωρος (σελ. 154) καί ἀσθενής καί ὄνομα μόνον ἔχων διακενῆς˙ ἀπό δέ πόνου καρδίας καί ἀγάπης περισσοτέρας εἰς Θεόν, ἔγραψά σοι διά πολλῶν δακρύων.

Στήριξοι οὖν τήν καρίαν σου ἐν τῷ φόβῳ αὐτοῦ, ὁ στερεώσας τόν οὐρανόν καί πήξας αὐτόν˙ καί θεμελιώσοι σου τήν οἰκοδομήν ἐπί τήν στερεάν πέτραν, ὁ θεμελιώσας τήν γῆν ἐπί τῶν ὑδάτων˙ καί ἐπιτιμήσοι τοῖς πειρατηρίοις σου, ὁ ἐπιτίμησας τοῖς ἀνέμοις καί τῇ θαλάσσῃ˙ μακρύνοι ἀπό σοῦ τήν λήθην τῶν ἐντολῶν, ὁ μακρύνας ἀπό δυσμῶν τάς ἀνατολάς˙ οἰκτειρήσοι σου τήν ψυχήν, ὡς οἰκτείρει πατήρ υἱούς˙ καί φωτίσοι σου τήν καρδίαν, ὁ φωτίσας τά πρίν ἐσκοτισμένα˙ καί δώῃ σοι ὑπομονήν τοῦ οἰκῆσαι μετ᾿ ἐμοῦ τοῦ ἀγαπητοῦ σου μετ᾿ εἰρήνης ἕως ὑστέρας ἀναπνοῆς, καθώς καί πρό χρόνου ἐδήλωσεν ἡμῖν διά τῆς χάριτος αὐτοῦ, ὁ φήσας˙ «ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται». Καί δώῃ ἡμῖν ἐλθεῖν εἰς τήν τελείαν αὐτοῦ ἀγάπην, ὁ εἰπών, «εἰ ἀγαπᾶτέ με, τάς ἐντολάς μου τηρήσατε»˙ καί πάλιν εἶπεν «ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγάπην ἔχητε ἐν ἀλλήλοις».

Εἰ εἴχομεν τοιαύτην ἀγάπην, οὐδέν ἡμᾶς ἐχώριζεν ἀπ᾿ ἀλλήλων ἕως θανάτου. Ἀλλ᾿ ὅμως γέγραπται «καί νῦν Ἰσραήλ»˙ καί πάλιν «ἐάν τό πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπαναστῇ ἐπί σέ, τόπον σου μή ἀφῇς». Ἐγώ τόν λόγον τῆς Ρούθ λέγω σοι, «μή μοι εἴη ἀποχωρισθῆναί σου˙ ἀλλ᾿ ὁ θάνατος ἀποχωρίζει ἀναμέσον ἐμοῦ καί σοῦ». Εἰ δέ σύ τι παρασαλεύεις ἀπό τούτων, ἐγώ ἀθῶός εἰμι κατά πάντα, σύ ὄψει καί ἀπολογήσῃ ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Καί γάρ ἐγώ τήν ψυχήν μου ἡδέως τίθημι εἰς θάνατον ὑπέρ σοῦ τοῦ ἀδελφοῦ μου˙ καί οὐκ ἔστιν ἐντολή..

Ἡσύχασον πεποιθώς, θαυμάζων καί δοξάζων τόν λυτρωσάμενόν σε Θεόν ἀπό κινδύνων μεγάλων καί θλίψεων καί πειρασμῶν ποικίλων. Αὐτῷ ἡ δόξα [εἰς τούς αἰῶνας], ἀμήν. Συγχώρησόν μοι πολλά φλυαρήσαντι˙ ἀπό γάρ λύπης πολλῆς καί χαρᾶς μεγάλης ἐπλάτυνά σοι τόν λόγον.

[Ὁ Κύριος μετά σοῦ, ἀγαπητέ].


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις μη '

Τοῦ Ἀββᾶ βραδύνοντος κατά τινα πρόφασιν ἀπενεγκεῖν αὐτῷ τήν προρρηθεῖσαν ἀπόκρισιν, σφόδρα αὐτῷ ἐνεκάλεσε καί εἰς πολλήν αὐτόν ἐνέθηκεν ἀθυμίαν. Καί τινων ἀδελφῶν τῶν διά τήν ἀσθένειαν ἐξυπηρετουμένων, εἰπόντων αὐτῷ περί τινων πραγμάτων ὡς ἀργῶς καί ἀνωφελῶς ἐν τῷ κοινοβίῳ γινομένων, ἀντί τοῦ νουθετῆσαι καί διορθῶσαι αὐτούς τῆς τοιαύτης καταλαλιᾶς, εἶπε μηδέ αὐτῷ ἀρέσκειν ταῦτα. Καί τοῦ Ἀββᾶ μετά ταῦτα εἰπόντος αὐτῷ, ὅτι κατά γνώμην τοῦ Γέροντος καί ταῦτα ἐποίησα, εἶπεν αὐτῷ, ὅτι κατά τό θέλημά σου ἀφῆκέ σε ὁ Γέρων πορεύεσθαι. Καί πρός ταῦτα πέμπει αὐτῷ τήν ἀπόκρισιν ταύτην, σημαίνων αὐτῷ ἐν αὐτῇ ὅτι τά δοκοῦντα ἡμῖν οὐκ ὀρθῶς γίνεσθαι, οἰκονομικῶς πράττεται ὑπέρ τήν ἡμετέραν ὄντα κατάληψιν.


Πάλιν διά χρόνου ἤγειρεν ἡμᾶς ἡ ἀγάπη τοῦ κροταφῆσαι τῆς ράβδῳ τοῦ Χριστοῦ τῆς παιδείας καί τῆς ἐπιτιμίας, ἵνα πληρωθῇ καί εἰς ἡμᾶς ὁ γραφικός λόγος, λέγων˙ «ἀξιοπιστότερα τραύματα φίλου» καί τά ἑξῆς. Καί πάλιν «ἐάν παιδεύσωμέν σε μή ἐκλυθῇς», μιμνησκόμενος τῆς παροιμίας τοῦ λέγοντος: «Υἱέ μου μή ὀλιγώρει παιδείας Κυρίου, μηδέ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος˙ ὅν γάρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δέ πάντα υἱόν ὅν παραδέχεται». Κἄν δέ ἐπιτιμήσω σοι, οὐκ ἀγνοεῖς πῶς λέγει ὁ Ἀπόστολος ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον».

(σελ. 134) Ποῦ ἐστιν ὁ νοῦς σου, νωθρέ; Ἤ ποῦ διάγει ὁ λογισμός σου, ὀκνηρέ; Διατί οἱ κύριοι τοῦ νοῦ ἀντιλέγουσιν ἐν σοί τοῖς μαθηταῖς τοῦ δεσπότου μή λαβεῖν αὐτόν πρός τό ἐπιβῆναι ἐπ᾿ αὐτ(ῷ) τόν δεσπότην, ἵνα εἰσέλθῃ εἰς Ἱεροσόλυμα καί ἐκβάλῃ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τούς πωλοῦντας καί ἀγοράζοντας καί καταισχύνῃ τούς Γραμματεῖς καί Φαρισαίους; Διατί οἰκῆσαι ὀφείλοντός σου τήν Ἱερουσαλήμ, ἕλκουσί σε εἰς Βαβυλῶνα; Διατί ἀφείς τό ὕδωρ τοῦ Σιλωάμ, θέλεις πιεῖν ἐκ τῶν θολερῶν ὑδάτων τῶν Αἰγυπτίων; Διατί πλαγιάζεις ἐκ τῆς ὁδοῦ τῆς ταπεινώσεως τῆς λεγούσης ἐγώ τίς εἰμι, [γῆ εἰμι καί σποδός] καί θέλεις βαδίζειν εἰς τήν ὁδόν τήν διεστραμμένην, τήν γέμουσαν θλίψεων καί κινδύνων; Ποῦ ἔβαλές μου τούς λόγους τούς πρός σέ εἰρημένους νύκτα καί ἡμέραν; Ποῦ ἐστιν ὁ λέγω σοι ἐν ἐμαυτῷ τοῦ καταντῆσαι καί ποῦ βλέπεις σεαυτόν καταντοῦντα; Ποῦ θέλω σε εἶναι καί ποῦ εἶ, διά τό ἀκατάσχετον ἔχειν τήν γλῶτταν καί ἀπολύειν αὐτήν ἀφαρεί. Καί ἐάν δώσῃς τῷ πλησίον λογισμόν, οὐκ ἀκριβάζῃ τοῦ κατανοῆσαι, μάλιστα τῷ μετά τόν Θεόν σκεπάζοντι ἡμᾶς καί τόν τράχηλον αὐτοῦ ὑπέρ ἡμῶν θήσαντι˙ ᾧ ὀφείλομεν εὐχαριστεῖν καί ὑπερεύχεσθαι τοῦ φυλαχθῆναι ἀπό παντός κακοῦ πρός ὠφέλειαν ἡμῶν καί πολλῶν, μαθόντες τοῦτο παρά τοῦ ἁγίου Ἀπόστολου, πῶς εὐχαριστῶν περί τινων, ἔλεγεν˙ οἵτινες ὑπέρ ἐμοῦ ἔθηκαν τόν ἑαυτῶν τράχηλον.

Ποίου οὖν οὐ μνημονεύεις; Τῆς ἀμεριμνίας, ἧς δι᾿ αὐτοῦ ἔδωκέ σοι ὁ Θεός; Ἀλλά τοῦ καθίσματος, οὗ μετέχεις ἐν ἡσυχίᾳ ὡς βασιλεύς, καί αὐτός τό βάρος τῶν ἐρχομένων πρός ἡμᾶς καί ἀπερχομένων βαστάζει, καί ἀνενοχλήτους ἡμᾶς ποιεῖ; Εἰ γάρ δι᾿ ἡμᾶς ἔρχονται, ἡμεῖς ὀφείλομεν βαστάζειν αὐτῶν τήν μέριμναν καί μή αὐτός. Ὥστε οὖν πολλάς χάριτας ἔχω τῷ Θεῷ τῷ δόντι ἡμῖν υἱόν γνήσιον κατά τήν ψυχήν ἡμῶν ὡς ἠθέλησε. Καί ἀντί τούτων εἶπας αὐτῷ ἀνοήτως ἔνιψά μου τάς χεῖρας ἀπό σοῦ. Καί τοῦτο οὐχ ἅπαξ, ἀλλά πολλάκις, καταποντίζων αὐτοῦ τήν ψυχήν ἐν πολλῇ λύπῃ˙ καί οὐκ ἐμνημόνευσας τοῦ Ἀποστόλου λέγοντος˙ «ἵνα μή τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». Καί εἰ μή ἦν ἡ χείρ τοῦ Θεοῦ καί ἡ εὐχή τῶν Πατέρων αὐτοῦ, σχινθῆναι εἶχεν ἡ καρδία αὐτοῦ.

Ποῦ εἰσιν αἱ ἐντολαί μου αἱ πρός σέ, ὅτι κλαῦσον, πένθησαν, μή ζητήσῃς (σελ. 136) ψηφισθῆναι, καί ἐν μηδενί μετρήσῃς σεαυτόν˙ εἰς ἄλλην ὁδόν ἑλκύων σου τήν ἀγάπην; Μετάβηθι ἀπό τοῦ κόσμου λοιπόν˙ ἀνάβηθι εἰς τόν Σταυρόν˙ κουφίσθητι ἀπό τῆς γῆς˙ ἐκτίναξον τόν κονιορτόν ἀπό τῶν ποδῶν σου˙ καταφρόνησον αἰσχύνης˙ μή συγκαύσῃς μετά τῶν Χαλδαίων τήν κάμινον, ἵνα μή συμφλογισθῇς αὐτοῖς τῇ ὀργῇ τοῦ Θεοῦ. Ὑπερέχοντα σεαυτοῦ ἔχε πάντα ἄνθρωπον˙ κλαῦσον τόν νεκρόν σου˙ἔκβαλε τήν δοκόν σου˙ οἰκοδόμησόν σου τόν διεστραμμένον οἶκον˙ κράξον «ἐλέησόν με, υἱέ Δαβίδ, ἵνα ἀναβλέψω». Μάθε˙ «ἵνα πᾶν στόμα φραγήσεται» καί μή μεγαλορρημονήσῃς˙ ἀπόκλεισον τήν θύραν σου τῷ ἐχθρῷ˙ στῆσον ἐν τῷ ζυγῷ τούς λόγους σου καί τῇ θύρᾳ σου μοχλόν ποίησον. Σύ οἶδας πῶς λαλῶ σοι.

Νόησον τά λεγόμενα˙ πόνεσον ἀκριβευόμενος αὐτά καί εὑρήσεις τούς ἐν αὐτοῖς καρπούς ἀξίους τοῦ Θεοῦ καί μή καταισχύνῃς μου τάς πολλάς ὑπερευχομένου σου ἡμέρας καί νυκτός. Ὁ Κύριος δώῃ σοι νοῆσαι καί ποιῆσαι ἐν τῷ φόβῳ αὐτοῦ. Ἀμήν.

Καί ἐπειδή εἶπας αὐτῷ κατά τό θέλημά σου ἀφῇ σε ὁ Γέρων ἀπέρχεσθαι˙ οὐκοῦν ἐγώ μόνος βαστάζω τό κρῖμα, ὅ εἶπεν ὁ Κύριος διά τοῦ Προφήτου. «Ἀμήν λέγω σοι, ὅτι ἐάν ἴδῃς τόν ἀδελφόν σου πορευόμενον ἐν ὁδῷ οὐκ ἀγαθῇ καί μή εἴπῃς αὐτῷ ὅτι ἡ ὁδός αὕτη κακή ἐστιν, ἐκ τῆς χειρός σου ἀπαιτῶ αὐτοῦ τό αἷμα». Μή χλευασθῇς, ἀλλά πείσθητι τῷ Ἀποστόλῳ, ὅτι λόγον δώσομεν ὑπέρ αὐτοῦ. Ἀλλ᾿ ὑμεῖς οὐ νοεῖτε τά γινόμενά τί ἐστιν.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς Ἡσυχαστὲς Πατέρες



Ἀπόκρισις μβ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν ἐρωτήσαντα περί τῆς συμβάσης αὐτῷ ἀσθενείας, πόθεν ἐστί˙ καί εἰ χρή εἰπεῖν τοῖς ἀπερχομένοις ἀδελφοῖς εἰς τήν Αἴγυπτον πῶς χρήσασθαι˙ καί (μεριμνῶντα) περί αὐτῶν μήπως θλιβῶσι διά τήν αὐτῶν πρός τούς (τόπους) ἀπείριαν.


Εἰπέ τῷ ἀδελφῷ˙ μεμιγμένοι εἰσίν οἱ παρά σοί Αἰγύπτιοι καί Ἱεροσολυμῖται, ἀλλά μή φροντίσῃς, μέλλει γάρ τῷ Θεῷ περί σοῦ. Τό δέ ἐνθύμημά σου, ποίησον κατά φόβον Θεοῦ καί μή θλιβῇς κατά τῶν ἀδελφῶν, ἀλλά μόνον εὖξαι, καί ὁδηγεῖ αὐτούς Κύριος κατά τό θέλημα αὐτοῦ περί παντός πράγματος. Πάρεξ γάρ τοῦ Θεοῦ οὐδέν γίνεται, μάλιστα ἐν τῷ τόπῳ τούτῳ, εἰ κατά φόβον Θεοῦ πρός ἀνάπαυσίν ἐστι καί ὠφέλειαν ψυχῶν.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς Ἡσυχαστὲς Πατέρες


Ἀπόκρισις ριγ'

Ὁ αύτός παρεκάλεσε τόν μέγαν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ τοῦ ἐξελθεῖν ἀπό τοῦ παλαιοῦ ἀνθρώπου.


Ἄκουσον, ἀδελφέ ἀγαπητέ, καί δός τήν καρδίαν σου φυλάξαι τά λαλούμενά σοι θεῖα ρήματα, οὐκ ἐξ ἀνθρώπου, ἀλλ᾿ ἐκ Πνεύματος ἁγίου. Ὁ Ἰησοῦς ἰατρός ἐστι τῶν ψυχῶν καί τῶν σωμάτων. Εἰ τραῦμα ἔχεις, εἰσάγω σε πρός αὐτόν καί δέομαι αὐτοῦ θεραπεῦσαι σε, ἄν καί σύ θελήσῃς˙ δοτήρ γάρ ἐστι πάντων τῶν ἀγαθῶν δωρημάτων˙ παρέχει δέ σοι οὐ μόνον τά αἰτήματά σου, ἀλλ᾿ ὑπερεκπερισσοῦ ὧν αἰτεῖς. Υἱός Θεοῦ καί φῶς καί δύναμίς ἐστιν ὁ Ἰησοῦς, ὁ ἐκ τῆς ἁγίας Παρθένου σαρκωθείς Μαρίας, ὅς ἐπί γῆς ὤφθη καί τοῖς ἀνθρώποις συνανεστράφη. Καί ἑαυτόν προσήνεγκε θυσίαν ζῶσαν εὐάρεστον τῷ Θεῷ καί Πατρί ἡμῶν, τοῦ κατασκευάσαι ἡμᾶς ἑαυτῷ λαόν περιούσιον, ζηλωτήν καλῶν ἔργων, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ὁ ταῦτα δι᾿ ἡμᾶς ὑπομείνας, ὑπογραμμόν ἡμῖν κατέλιπεν ὑπομονῆς καί χαίρει ὅταν αἰτῶμεν αὐτόν. Αἰτῶ αὐτόν φωτίσαι σου τήν καρδίαν˙ συγκοπίασον καί ἵδρωσον καί αὐτός. Λέγει γάρ ὁ Υἱός τοῦ Θεοῦ˙ «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς». Προσέρχομαι οὖν αὐτῷ ὑπέρ σοῦ μετά ἀναιδείας πολλῆς, ἐάν μή καί σύ προσέρχῃ, αἰσχύνη ἐστί μεγάλη. Ἰησοῦς οὐδένα ἀποβάλλεται˙ καί γάρ τῇ ἐνδεκάτῃ ὥρᾳ ἐμισθώσατο ἐργάτας εἰς τόν ἑαυτοῦ ἀμεπελῶνα. Κολλήθητι αὐτῷ καί ποίησον μικρόν κόπον, ἵνα ἀπολάβῃς τόν μισθόν τοῖς ἅπασιν ἴσως. Ἄνθρωπος γέγονεν ὁ Υἱός τοῦ Θεοῦ διά σέ, γενοῦ καί σύ δι᾿ αὐτόν θεός. Νοῦν σοί ἔδωκεν ὁ Θεός, αὐτόν αὐτῷ δός εἰς τόν οὐρανόν, τά ἄνω ζητῶν, τά ἄνω φρονῶν, ὅπου αὐτός τυγχάνει. Ἐκεῖ γάρ δυσωπῷ ἵνα φθάσῃς, σύν πᾶσι τοῖς ἀγαπῶσι τό ὄνομα αὐτοῦ˙ τούτῳ γάρ τῷ τρόπῳ ἐλευθεροῦταί τις τοῦ παλαιοῦ ἀνθρώπου.

(σελ. 254) Ὁ Ἰησοῦς εἶπε τοῖς Ἀποστόλοις˙ ὑμεῖς ἐστε τό ἅλας τῆς γῆς˙ γῆν τό σῶμα ἐκάλεσε˙ φησί γάρ γῆ εἶ, καί εἰς γῆν ἀπελεύσῃ. Γενοῦ σεαυτῷ ἅλας ἁλίζον καί ἀναξηραῖνον τάς σηπεδόνας καί τούς σκώληκας, τοῦτ᾿ ἔστι τούς κακούς λογισμούς˙ καί εἰ τοῦτο ποιήσεις, συγκοπιῶ καί <συναλίζω> σοι, ἵνα μή ὀζέσωσι καί ἀηδίσωσιν ἀλλήλους. Σωθῆναι ἡμᾶς θέλει ὁ Θεός καί Σωτήρ ἡμῶν, ἀλλ᾿ ἡμῶν ἐστι τό βοᾶν ἀδιαλείπτως˙ σῶσόν με Κύριε, καί σώζει σε. Καί γάρ ἐβόησαν τινές καί εἰσῆλθον εἰς τόν λιμένα τοῦ θελήματος αὐτοῦ, εἰς ὅν ἐλπίζω σε εἰσελθεῖν, ἐάν δώσῃς μοι χεῖρα κατά τό δυνατόν. Νόησον τά ρηθέντα καί ἀκολουθήσας, φθάνεις κατά τόν εἰπόντα, οὕτω τρέχετε ἵνα καταλάβητε.

Εὔχου ὑπέρ ἐμοῦ, ἵνα μή κατακριθῶ λαλῶν καί μή ποιῶν.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις λε'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν ἐρωτήσαντα περί ἀδελφῶν ἀσθενούντων τῷ σώματι καί περί ἄλλων ἀσθενούντων τῷ λογισμῷ˙ εἰ ὀφείλει αὐτούς παρ᾿ ἑαυτῷ προσλαβέσθαι˙ καί εἰ δεῖ εἰπεῖν τῷ Ἀββᾶ κουφίσαι μικρόν τούς ἀρχαρίους ἐκ τῆς ἀγρυπνίας˙ καί περί τῆς χρονίας αὐτοῦ σιωπῆς.


Ἀδελφέ, ἡ ἀπόκρισις τῶν τριῶν λογισμῶν μία ἐστί˙ μή ἀναγκάσῃς τήν προαίρεσιν, ἀλλ᾿ ἐπ᾿ ἐλπίδι σπεῖρον˙ καί γάρ ὁ Κύριος ἡμῶν, οὐκ ἠνάγκασε τινά, ἀλλ᾿ εὐηγγελίσατο˙ καί εἴ τις ἤθελεν ἤκουσεν.

Οἶδα ὅτι οἶδας ὅτι οὐκ ἀμελῶ, οὐδέ καταφρονῶ τῆς σῆς ἀγάπης, ἀλλά ἡ ἀνοχή πρός τό συμφέρον γίνεται. Καί γάρ ὅταν εὐχώμεθα καί μακροθυμεῖ ὁ Θεός τοῦ ἀκοῦσαι, τό συμφέρον ποιεῖ, ἵνα μάθωμεν τήν μακροθυμίαν καί μή ἐκκακῶμεν, λέγοντες, ὅτι ηὐξάμεθα καί οὐκ εἰσηκούσθημεν˙ ὁ Θεός γάρ οἶδε τί συμφέρει τῷ ἀνθρώπῳ.

(σελ. 114) Χαίροις ἐν Κυρίῳ, ἀδελφέ μου, καί ἀμερίμνησον ἀπό παντός, καί εὖξαι ὑπέρ ἐμοῦ, ἀγαπητέ μου ὁμόψυχε.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις λα'

Πολλά περιελθόντων αὐτῶν ἐν Αἰγύπτῳ πρίν εὑρεῖν ἐργόχειρον, καί πολλήν διαφόρως ὑπομεινάντων θλῖψιν καί διαστροφήν, καί ἐντεῦθεν ὀλογωρίας αὐτῷ συμβάσης, προθεωρήσας ὁ Γέρων ταῦτα τῷ πνεύματι, προετοιμάζει αὐτῷ ἀπόκρισιν ἔχουσαν οὕτω.


Γράψον, τέκνον, τά λεγόμενα παρ᾿ ἐμοῦ, μᾶλλον δέ παρά τοῦ Θεοῦ, καί ἑτοίμασον αὐτά τῷ ἀδελφῷ Ἰωάννῃ. Πρῶτον ἀσπασμόν ἐν Κυρίῳ˙ μετά ταῦτα εἰπέ αὐτῷ˙ ὅτι ὀλιγωρεῖς ἐν ταῖς θλίψεσιν ὡς ἄνθρωπος σαρκικός, μή ἀκούσας ὅτι πρόκεινταί σοι θλίψεις, ὡς καί τό πνεῦμα εἶπε τῷ Παύλῳ. Καί λοιπόν παρεκάλει τούς ὄντας μετ᾿ αὐτοῦ ἐν τῷ πλοίῳ χαίρειν. (σελ. 106) Οὐκ οἶδας ὅτι πολλαί εἰσιν αἱ θλίψεις τῶν δικαίων, καί ἐν αὐταῖς δοκιμάζονται ὡς ἐν πυρί χρυσίον; Εἰ μέν δίκαιοι ἐσμέν, δοκιμασθῶμεν ἐν ταῖς θλίψεσιν˙ εἰ δέ πάλιν ἁμαρτωλοί, ὡς ἄξιοι αὐτῶν ὑπομείνωμεν˙ ἠ γάρ δοκιμή ὑπομονήν ἐργάζεται.

Λάβωμεν κατά νοῦν τούς ἐξ ἀρχῆς Ἁγίους πάντας καί ἴδωμεν τί ὑπέμειναν, καί ἀγαθοποιοῦντες, καί ἀγαθολαλοῦντες, καί ἀληθείᾳ ὅλῃ στήκοντες, μισούμενι καί θλιβόμενοι ἦσαν ἀπό τῶν ἀνθρώπων ἕως τῆς τελευτῆς αὐτῶν, καί ὑπερηύχοντο τῶν ἐχθρῶν καί τῶν ἐπηρεαζόντων αὐτούς, κατά τήν τοῦ Σωτῆρος φωνήν. Μή οὖν καί σύ κατά τόν σεμνόν Ἰωσήφ ἐπράθης, καί αἱ χεῖρές σου ἐν τῷ κοφίνῳ ἐδούλευσαν καί εἰς λάκκους δύο καταβέβηκας; Ἤ κατά τόν Μωσέα, ἀπό παιδός καί μέχρι γήρως ἐκακουκήθης; Τί ὑπέμεινας νωθρέ; Ἤ ὡς Δαβίδ, διωκόμενος ἀπό Σαούλ καί τοῦ ἰδίου υἱοῦ, ἐπένθει ὑπέρ αὐτῶν θανόντων; Ἤ κατά τόν Ἰωνᾶν ἐρρίφης εἰς τήν θάλασσαν;

Λήθαργε καί ἀγαπητέ, τί ἐκλύεταί σου ὁ λογισμός; Μή φοβηθῇς καί δειλανθῇς ὡς ἄνανδρος, μήποτε ὑστερηθῇς ἀπό τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν˙ μή πτοηθῇς ὡς ἄπιστος, ἀλλά θαρσοποίησον τούς ὀλιγοπίστους σου λογισμούς. Ἀγάπησον τάς θλίψεις ἐν πᾶσι, ἵνα γένῃ υἱός δόκιμος τῶν ἁγίων. Μιμνήσκου τῆς ὑπομονῆς Ἰώβ καί τῶν καθεξῆς καί ζήλωσον ἐλθεῖν εἰς τά ἴχνη αὐτῶν. Μιμνήσκου ὧν ὑπέμεινε Παῦλος κινδύνων καί θλίψεων καί δεσμῶν καί λιμῶν καί ἄλλων κακῶν πλήθους, καί εἰπέ τῇ μικροψυχίᾳ˙ ἀλλότριός σου εἰμί. Μιμνήσκου γράψαντός σοι˙ ἐάν κατευοδοθῇ τό πρᾶγμα ἔμπροσθέν σου, ἐάν μή, εὐχαρίστησον τῷ Θεῷ. Κατανόησον τά πράγματα, ὅτι φθαρτά καί παρερχόμενά εἰσιν˙ ἡ δέ κατά Θεόν ὑπομονή σώζει τόν κτησάμενον αὐτήν.

Ἰδού πυκτεύεις ἐνεγκεῖν ἐργόχειρον καί ἐργάσασθαι. Ἵνα οὖν δείξω σοι τόν ἀποστολικκόν λόγον, ὅτι οὔτε τοῦ θέλοντος, οὔτε τοῦ τρέχοντος, ἀλλά τοῦ ἐλεοῦντος Θεοῦ, ἰδού πέμπει ἡμῖν ὁ Θεός ἀνθρώπους ἔχοντας τήν χρείαν τοῦ κόσμου, οὕς δεξάμενοι μή εἴπητε ὅτι ἐλάλησα δι᾿ αὐτούς τίποτε, μήποτε λάβωσι κενοδοξίαν. Ἀγαπήσατε αὐτούς ὡς ἀδελφούς γνησίους, καί ποιήσατε τόν λογισμόν ὑμῶν ἀναπαῦσαι τόν λογισμόν αὐτῶν˙ τοῦ κόσμου γάρ καταφρονοῦσι, σῶσαι τάς ψυχάς αὐτῶν θέλοντες. Καί ὁ Θεός δι᾿ ἐμοῦ - κατά πρόγνωσιν γράφω - ἄγει αὐτούς ὧδε πρός ὑμᾶς, ἵνα μάθητε ὅτι πάνυ κατεφρόνησαν.

(σελ. 108) Σύ οὖν ἀδελφέ, κρατούμενος τῇ ἐμῇ χειρί, περιπάτει εἰς τήν στενήν καί τεθλιμμένην ὁδόν τήν ἀπάγουσαν εἰς ζωήν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις κβ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, παραψυχήν ἔχουσα καί ἀνακαλουμένη αὐτόν εἰς πνευματικήν εὐφροσύνην ἐκ τῆς διαφόρως συμβάσης αὐτῷ ἀθυμίας.


Γράψον τῷ ἀδελφῷ Ἰωάννῃ προσηγορίαν πνευματικήν εὐφραίνουσαν τήν αὐτοῦ καρδίαν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν καί εἰπέ αὐτῷ. Ἐπειδή καθώς ἐπιποθεῖ ἡ ἔλαφος ἐπί τάς πηγάς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖς ἡμᾶς, ἀλλ᾿ οὐχ ὡς ἡμεῖς σέ, οὕτω μή στέγων, καθώς εἶπεν ὁ θειότατος Ἀπόστολος Παῦλος, ἔγραψα τῇ ὑμετέρᾳ ἀγάπῃ ταῦτα, τά παρ᾿ἐμοῦ εἰρημένα, μᾶλλον δέ παρά τοῦ Θεοῦ: Καρποφορήσοι ἡ ἄμπελός σου σταφυλήν πατουμένην, καί ποιοῦσαν οἶνον πνευματικόν, εὐφραίνοντα ψυχήν τεθλιμμένην καί εὐφορήσοι ἡ χώρα σου καλόν σπέρμα, ὡς τό σπαρέν εἰς τήν καλήν γῆν, καί ποιῆσαν ἕν ἑκατόν, ἕν ἑξήκοντα, ἕν τριάκοντα. Καί θερμανθείη τό πνευματικόν πῦρ ἐν τῇ καρδίᾳ σοι διά παντός, ὅ εἶπεν ὁ δεσπότης ἡμῶν Χριστός, «πῦρ ἦλθον βαλεῖν ἐπί τήν γῆν». Καί βραβευθείη ἡ τοῦ Κυρίου εἰρήνη ἐν τῇ σῇ καρδίᾳ, κατά τόν Ἀποστολικόν λόγον, καί ὑψωθείη σου ὁ φοίνιξ ἐν τοῖς αὐτοῦ λευκάδοις», κατά τόν Δαβίδ τόν λέγοντα˙ «δίκαιος ὡς φοίνιξ ἀνθήσει». Καί καθαρισθείης ἀπό τῆς ὀργῆς καί τοῦ θυμοῦ τῶν δεινῶν παθῶν ὡς οἱ τέλειοι ἅγιοι, παρ᾿ οἷς οὐδόλως φαίνεται ἡ τούτων κίνησις, οὐδέ πρός ροπήν. Καταξιώσαι δέ ὁ Κύριος τήν ψυχήν σου αὐλισθῆναι ἐν τῇ ἀκακίᾳ καί πραότητι, ὡς εἶναι σε θρέμμα Χριστοῦ, πρόβατον ἄκακον. Καταλάβοις δέ τά ἴχνη ἡμῶν ὡς ἰχνηλάτης φρόνιμος˙ φθάσαις δέ τόν κανόνα ἡμῶν ὡς κληρονόμος καλός τῶν ἐμῶν χαρισμάτων. Ἰδέτωσαν δέ σου οἱ ὀφθαλμοί τόν Θεόν ὡς καθαρός τῇ καρδίᾳ. Εἴης δέ μακρόθυμος ἐν ταῖς θλίψεσιν, ὡς καταντήσας εἰς τήν δεσποτικήν παραγγελίαν τήν λέγουσαν «ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλά θαρσεῖτε, ἐγώ νενίκηκα τόν κόσμον». Φθάσαις δέ τήν ἀήττητον ἀγάπην τήν εἰσφέρουσαν τούς αὐτήν κεκτημένους εἰς τάς βασιλικάς αὐλάς, καί ἀδελφούς ποιήσασαν τοῦ Χριστοῦ. Εἰ οὖν συμπάσχεις τῷ Χριστῷ, ἵνα συνδοξασθῇς αὐτῷ, (σελ. 94) εἰ συναποθνῄσκεις αὐτῷ, ἵνα συνεγερθῇς αὐτῷ, μή ἀμελήσῃς τοῦ προκειμένου ἔμπροσθέν σου θησαυροῦ˙ ἀκμήν γάρ οὐ κατέλαβες τήν δύναμιν αὐτοῦ τί ἐστιν. Ὅταν δέ φθάσῃς τήν τελείαν ἡσυχίαν, τότε γνώσῃ αὐτόν, καί θαυμάσῃς τήν τοῦ Χριστοῦ δωρεάν˙ πῶς ἀνεξιχνίαστοι αἱ ὁδοί αὐτοῦ.

Ταῦτα γάρ μετά τῶν ἀνθρώπων ὤν, οὐ δύνασαι καταλαβεῖν, ἀλλ᾿ ὅταν καθήσῃς ἀμέριμνος ὡς καί ἡμεῖς, τότε καταλαμβάνεις τά εἰρημένα. Δέομαι γάρ τοῦ Θεοῦ νύκτα καί ἡμέραν, ἵνα ὅπου ἐσμέν ὁμοθυμαδόν, μεθ᾿ ἡμῶν ᾖς ἐν τῇ χαρᾷ τῶν ἁγίων τῇ ἀνεκλαλήτῳ καί ἐν τῷ φωτί τῷ αἰωνίῳ, ὅπως εὕρῃς τήν σήν μερίδα εἰς τήν ἐπαγγελίαν τήν ἐπηγγελμένην τοῖς ἁγίοις. «Ὅπου ὀφθαλμός οὐκ εἶδεν, οὐδέ οὖς οὐκ ἤκουσεν, οὐδέ ἐπί καρδίαν ἀνθρώπου ἀνέβη, ἅ ἡτοίμασε ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν».

Ἔρρωσο ἐν Κυρίῳ˙ χαίροις. Ἀμήν.


Ἀπόκρισις κγ'
 
Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.
Παρακαλῶ σε, Πάτερ, καί διδάσκαλε μή ὀργισθῆναι μοι ἐφ᾿ οἷς πταίω, καί δοῦναί μοι κανόνα πῶς δεῖ χρήσασθαι ἐν τῇ ψαλμῳδίᾳ καί νηστείᾳ καί προσευχῇ˙ καί εἰ δεῖ διαφοράν ἔχειν ἡμερῶν.


Ἀδελφέ, εἰ προσέχεις τοῖς λόγοις τῶν αἰτήσεών σου, κατανοῆσαι εἶχες συνέσεως δύναμιν. Ἔχων με Πατέρα καί διδάσκαλον, διά τί καί ὀργίλον; Ὁ γάρ Πατήρ οἰκτίρμων ἐστί μή ἔχων ὅλως ὀργήν. Καί ὁ διδάσκαλος μακρόθυμός ἐστι καί ἀλλότριος ὀργῆς τυγχάνει.

Περί δέ οὗ ἠρώτησας κανόνος, διά πολλῶν κλαδίων πλεονάζει εἰσελθεῖν διά τῆς στενῆς πύλης εἰς τήν ζωήν τήν αἰώνιον. Ἰδού ἐν συντόμῳ λέγει σοι ὁ Χριστός, πῶς δεῖ εἰσελθεῖν. Ἄφες τούς τῶν ἀνθρώπων κανόνας, καί ἄκουσον τοῦ λέγοντος˙ «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται». Ἐάν οὖν μή ἔχῃ (σελ. 96) ἄνθρωπος ὑπομονήν, οὐκ εἰσελεύσεται εἰς τήν ζωήν. Μή οὖν θελήσῃς διαταγήν, οὐ γάρ θέλω σε ὑπό νόμον εἶναι, ἀλλ᾿ ὑπό χάριν˙ φησί γάρ «δικαίῳ νόμος οὐ κεῖται»˙ θέλομεν δέ σε εἶναι μετά τῶν δικαίων.

Διάκρισιν κράτει, ὡς κυβερνήτης πρός τούς ἀνέμους τό σκάφος κυβερνῶν. Καί ὅτε ἀσθενεῖς πρός αὐτό, ποίησον ἐν πᾶσιν οἷς ἔγραψα, καί ὅτε ὑγιαίνεις πρός αὐτό. Ἐπεί καί ὅτε ἀσθενεῖ τό σῶμα, οὐ κατά τό εἰωθός δέχεται τροφήν˙ οὐκ οὖν ἤργησε καί ἐν τούτῳ ὁ κανών.

Καί περί τῶν ἡμερῶν, ἔχε αὐτάς ἴσας, ἁγίας, καλάς˙ πάντα οὖν συνετῶς πράττει καί ἀποβαίνει σοι εἰς ζωήν, ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.


Ἀπόκρισις κε'

Απόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, καί πρός τόν Ἀββᾶν, βουλόμενον ἐφάπαξ σφίγξαι τόν κανόνα κατά τῶν ἀδελφῶν.


Καί σοί λέγω, τέκνον καί τῷ ἀδελφῷ, προεγράφη ὑμῖν περί τῆς μακροθυμίας˙ καί νῦν λέγω ὅτι «ἀμέλγησον γάλα καί ἔσται βούτυρον, ἐάν σφίγξῃς χεῖρα εἰς μαζόν ἐξέρχεται αἷμα». Καί πάλιν ὁ ἅγιος Παῦλος λέγει, «ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω» καί τά ἑξῆς. Ὕστερον λέγει˙ «τοῖς πᾶσι γέγονα τά πάντα, ἵνα πάντως τινάς σώσω». Εἴ τις γάρ θέλει ἀνακλάσαι δένδρου, ἤ ἄμπελον, κατά πρόσβασιν ἀνακλᾷ καί οὐ κλᾶται˙ ἐάν δέ ἐφάπαξ ἑλκύσῃ σφοδρῶς, κλᾶται εὐθύς τό πρᾶγμα.

Νόησον τό λεγόμενον.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις ιζ'

(σελ 80) Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα. Οἶδα, Πάτερ, ὅτι ταῦτα γίνεταί μοι διά τάς ἁμαρτίας μου˙ καί ὅτι ἄφρων εἰμί καί αἴτιος κακῶν. Ὁ δέ φέρων με εἰς ταύτην τήν θλῖψιν, ὁ Ἀββᾶς ἐστιν, ὅτι ἀμελεῖ καί παραβλέπει τά πράγματα, καί ἀφανίζονται ἐκ τῆς αἰτίας αὐτοῦ, καί οὐ βαστάζω. Τί δέ ποιήσω ὅτι ἀποκρίνομαι πρός τούς λογισμούς καί οὐ λαμβάνω δύναμιν; Καί συγχώρησόν μοι, ὅτι ἅπαξ ἐλάλησα. Ἐπί δέ τῷ δευτέρῳ οὐ προσθήσω˙ θαυμάζω δέ πῶς ἐψύγη ἐκείνη ἡ θερότης τῆς ἀγάπης ἧς εἶχον πρός [τόν Ἀββᾶν καί] τούς ἀδελφούς, καί εὔχου ὑπέρ ἐμοῦ διά τόν Κύριον.


Ἀδελφέ, μιμνήσκων ὅτι εἶπε τοῖς μαθηταῖς αὐτοῦ ὁ Κύριος˙ ὅτι καί «ὑμεῖς ἀνόητοι ἐστέ»; ἔγραψά σοι λέγων ἀκριβεῦσαι μετά τῶν λογισμῶν σου. Εἰ ἐπόνησας τοῦ ἀκριβεύσασθαι, μαθεῖν εἶχες, ὅτι τήν δύναμιν ὧν ἀρτίως μοι ἔγραψας, προέγραψά σοι ἐγώ καί οὐκ ἦν μοι χρεία τοῦ γράψαι, ἀλλ᾿ ὅμως προσθήσω σοι πρός τάς ἐπερωτήσεις. Πρῶτον δέ ἐλέγχω σε: Εἶπας γάρ σεαυτόν ἁμαρτωλόν, καί ἐν τοῖς ἔργοις οὐκ ἔχεις σεαυτόν οὕτως˙ ὁ γάρ ἔχων ὅτι ἁμαρτωλός ἐστι καί αἴτιος κακῶν, οὐκ ἀντιλέγει τινί, οὐ μάχεται, οὐκ ὀργίζεται κατά τινος, ἀλλ᾿ ἔχει ὅλους βελτίους˙ καί εἰ χλευάουσί σε (σελ. 82) οἱ λογισμοί οὕτως ἔχειν, πῶς κινοῦσί σου τήν καρδίαν κατά τῶν βελτιόντων σου; Πρόσχες, ἀδελφέ˙ οὐκ ἔστιν ἀλήθεια, ἀκμήν γάρ οὐκ ἐφθάσαμεν ἔχειν ἑαυτούς ἁμαρτωλούς.

Εἴ τις ἀγαπᾷ τόν ἐλέγχοντα αὐτόν, σοφός ἐστι. Εἴ τις δέ ἀγαπᾷ καί οὐ ποιεῖ ἅ ἀκούει παρ᾿ αὐτοῦ, μᾶλλον τοῦτο μῖσός ἐστιν. Εἰ ἁμαρτωλός εἶ, τί μέμφῃ τόν πλησίον καί αἰτιᾶσαι αὐτόν, ὅτι δι᾿ αὐτοῦ γίνεταί σοι ἠ θλῖψις; Οὐκ οἶδας ὅτι ἕκαστος πειράζεται ὑπό τῆς ἰδίας συνειδήσεως, καί τοῦτο τίκτει αὐτῷ τήν θλῖψιν; Καί τοῦτό ἐστιν ὅ ἔγραψά σοι περί τῶν ἀδελφῶν, ὅτι μή δείξωσί σοι κάμηλον τόν κώνωπα κ.λ.π. Εὔξαι δέ μᾶλλον ἵνα συμμέτοχος ᾖ ἀεί εἰς τόν φόβον τοῦ Θεοῦ.

Ὅτι δέ εἶπας σεαυτόν ἄφρονα, μή χλευασθῇς, ἀλλ᾿ ἐρεύνησον καί εὑρήσεις ὅτι οὐκ ἔχεις οὕτως˙ εἰ γάρ κατέχεις οὕτως, οὐδέ ὀργισθῆναι ὀφείλεις, μή δυνάμενος διακρῖναι, ἤ καλῶς, ἤ κακῶς ἐγένετο τό πρᾶγμα. Ὁ γάρ ἄφρων μωρός ἀκούει˙ καί ὁ ἄφρων καί μωρός ἑρμηνεύεται ἄναλος˙ καί ὁ ἄναλος, πῶς ἄλλους ἀρτύει καί ἁλίζει; Βλέπε, ἀδελφέ, ὅτι χλευαζόμενοι λαλοῦμεν στόματι μόνον καί τά ἔργα δεικνύουσιν.

Ὅτε ἀποκρινόμεθα πρός τούς λογισμούς, οὐ λαμβάνομεν δύναμιν, ἐπειδή πρῶτον δεχόμεθα τό κατακρῖναι τόν πλησίον καί ἐκνευροῦται ἡμῶν ἡ δύναμις τοῦ πνεύματος καί αἰτιώμεθα τόν ἀδελφόν ἡμῶν, αὐτοί αἴτιοι ὄντες. Ἐάν ἔχῃς ὅτι τοῦ ἐλεοῦντος Θεοῦ ἐστι τό πᾶν, καί οὔτε τοῦ θέλοντος, οὔτε τοῦ τρέχοντος, τί οὐ κατανοεῖς καί ἀγαπᾷς τόν ἀδελφόν σου ἐν τελείᾳ ἀγάπῃ; Πόσοι γάρ ἤθελον ἡμᾶς τούς γέροντας καί ἔτρεχον, καί οὐκ ἐδόθη αὐτοῖς! Καί καθημένου αὐτοῦ ἔπεμψεν ἡμᾶς πρός αὐτόν ὁ Θεός, καί τέκνον γνήσιον ἡμῶν αὐτόν ἐποίησε˙ τήν ἔσω γάρ προαίρεσιν ἀγαπᾷ ὁ Θεός.

(σελ. 84) Τό δέ εἰπεῖν ἅπαξ ἐλάλησα, καί τά λοιπά, ἐάν πυκτεύῃς τοῦ κτήσασθαι, μακάριος εἶ˙ οὐ γάρ πᾶσι δέδοται. Καί περί τῶν λοιπῶν λογισμῶν, ἀνάθου εἰς τόν θεόν πάντα λογισμόν, λέγων˙ ὁ Θεός οἶδε τό συμφέρον καί ἀναπαύῃ˙ καί κατά μικρόν ἔρχεταί σοι δύναμις τοῦ ὑπενεγκεῖν. Καί μή παντελῶς κόψῃς τό λαλῆσαι˙ κἄν δέ λαλήσῃς καί μή εἰσακουσθῇς μηδέ εὕρης χάριν ἐν τῷ λόγῳ περί σου, μή λυπηθῇς, ὠφελῆσαι γάρ μᾶλλον.

Περί δέ ὧν θαυμάζεις, ἡ τελεία ἀγάπη ἄπτωτός ἐστι, καί ὁ κτώμενος αὐτήν μένει ἐν τῇ θερμότητι, κατακλειόμενος τῇ ἀγάπῃ πρός τόν Θεόν καί πρός τόν πλησίον.

Περί δέ ὧν ἐσχάτως ἔγραψας δεήσεων, ὀφείλεις ἀρκεσθῆναι ᾗ ἔγραψά σοι λέξει˙ ὅτι νύκτα καί ἡμέραν εὔχομαι περί σοῦ ἀδιαλείπτως πρός τόν Θεόν. Ἐκ περισσοῦ οὖν καί τοῦτο ἔγραψας. Ἔχεις οὖν παρ᾿ ἐμοῦ τροφήν κατά Θεόν ἐπί πολύν χρόνον˙ καρτέρησον καί ὑπόμεινον τόν Κύριον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις ζ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν μέλλοντα ἀπέρχεσθαι μετά τῶν ἀδελφῶν συλλέξαι ἐργόχειρον, καί φοβηθέντα τήν ἐρημίαν τῶν τόπων. Καί ὑπόμνησις τοῦ νήφειν αὐτόν πρός τόν παρενοχλοῦντα αὐτῷ σωματικόν πόλεμον. Καί ἐπαγγελία τῆς τοῦ Θεοῦ συνεργείας πρός τήν σπουδαζομένην αὐτῷ πρός αὐτούς ἀναχώρησιν.


Εἰπέ τῷ διά τοῦ ἄνωθεν θείου νεύματος κληθέντι πρός ἡμᾶς οἰκῆσαι, οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, ἀλλά καί ἐν τῷ μέλλοντι, ἀδελφῷ ἡμῶν γνησίῳ καί ὁμοψύχῳ Ἰωάννῃ. Εἶπεν ὁ δεσπότης ἡμῶν Χριστός τοῖς ἑαυτοῦ μαθηταῖς: «Οὐχί δύο στρουθία ἀσσαρίου πωλεῖται; Καί ἕν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπί τῆς γῆς, ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Ὑμῶν δέ καί αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Μή οὖν φοβηθῆτε, πολλῶν στρουθίων διαφέρετε (σελ. 66) ὑμεῖς˙ πᾶς ὅς τις ὁμολογήσει ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».

Πρόσεχε οὖν σεαυτῷ νηφαλέως θεῖναι τόν Θεόν ἔμποσθέν σου διά παντός, ἵνα καί περί σοῦ πληρωθῇ ὁ προφητικός λόγος˙ «προωρώμην τόν Κύριον ἐνώπιόν μου διά παντός, ὅτι ἐκ δεξιῶν μου ἐστιν, ἵνα μή σαλευθῶ». Ἔκτεινον οὖν τάς χείράς σου ἐξ ὅλης σου τῆς ψυχῆς ἐπί τά προκείμενά σοι˙ καί ἐν τούτοις μελέτησον διά παντός ὅπως ἀκούσῃς τῆς φωνῆς τοῦ Θεοῦ πρός σέ λεγούσης. «Ἰδού ἀποστέλλω τόν Ἄγγελόν μου πρό προσώπου σου, ὅς κατασκευάσει τήν ὁδόν σου ἔμπροσθέν σου».


Ἀπόκρισις η'

Ὁ αὐτός ἱκανῶς κοπωθείς καί μή εὑρών ἐργόχειρον ἐλυπεῖτο καί ἐθαύμαζε, πῶς κατά τόν λόγον τοῦ Γέροντος «οὐκ ἐπέμφθη ὁ Ἄγγελος πρό προσώπου αὑτοῦ», μή εἰδώς ὅτι τοῦτο ἐρρέθη αὐτῷ πρός τήν εὐλογίαν τῆς ἀναχωρήσεως. Καί διά τοῦτο γράφει αὐτῷ ὁ Γέρων ταῦτα.


Γράψον τῷ ἀδελφῷ˙ ὅσον ἐστί τό πλοῖον ἐν τῇ θαλάσσῃ, ἐκδέχεται κινδύνους καί προσβολήν ἀνέμων. Ἐάν δέ φθάσῃ εἰς τόν τῆς ἡσυχίας λιμένα καί τόν τῆς εἰρήνης, οὐκ ἔτι ἔχει φόβον κινδύνων κάι θλίψεων καί προσβολῶν ἀνέμων, ἀλλ᾿ ἐν γαλήνῃ ἔσται. Οὕτω καί ἡ ἀγάπη σου ὅσον εἶ μετά τῶν ἀνθρώπων, προσδόκησον θλίψεις καί κινδύνους καί προσβολήν τῶν νοητῶν ἀνέμων, ὅταν δέ φθάσῃς εἰς τά ἡτοιμασμένα σοι, τότε ἄφοβος ἔσῃ.

Περί δέ οὗ προεῖπον, ὅτι εἶπεν ὁ Δεσπότης ἡμῶν «ὅτι ἰδού ἀποστελῶ τόν Ἄγγελόν μου πρό προσώπου σου», ἐπέμφθη. Περί δέ τοῦ μή εὑρεῖν ἐργόχειρον, εἶπεν ὁ Θεός ἐν τῷ μωσαϊκῷ βιβλίῳ˙ «διά τοῦτο ἐκύκλωσέ σε καί ἐπαίδευσέ σε καί ἐλιμογχόνησέ ἐν τῇ ἐρήμῳ ἐκείνῃ τῇ φοβερᾷ, γνῶναι τά ἐν τῇ καρδίᾳ σου». Νόησον τά λεγόμενά σοι παρ᾿ ἐμοῦ καί ἑδραίως κάμε καί ἀδιστάκτως, ἀγαπητέ ἀδελφέ.


Ἀπόκρισις θ'

Ἐπιστολή τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός αὐτόν ἀπελθόντα εἰς ἀπόκρισιν τοῦ κοινοβίου, καί διά τό πολλήν εὑρεῖν θλῖψιν ὀλιγωρήσαντα


(σελ. 68) Γράψον, τέκνον, τῷ ἀδελφῷ ἡμῶν Ἰωάννῃ ἀσπασμόν ἐν Κυρίῳ, ἐξ ἐμοῦ καί σοῦ καί τοῦ ἀδελφοῦ ἡμῶν Ἰωάννου καί εἰπέ αὐτῷ˙ μή ἐκκακήσῃς ἐν ταῖς θλίψεσι καί τοῖς σωματικοῖς πόνοις, οὕς ὑπομένεις καί κοπιᾷς δι᾿ ἡμᾶς καί διά τό ἡμῶν κοινόβιον˙ ἔστι γάρ καί τοῦτο τοῦ θεῖναι τήν ἑαυτοῦ ψυχήν ὑπέρ τῶν ἀδελφῶν, καί ἐλπίζω ὅτι πολύς ὁ μισθός τοῦ κόπου τούτου. Καί ὡς κατέστησεν ὁ Θεός τόν Ἰωσήφ θρέψαι τούς ἀδελφούς αὐτοῦ ἐν λιμῷ ἐν Αἰγύπτῳ, οὕτω καί σέ κατέστησε βοηθῆσαι τῷ κοινοβίῳ μετά τοῦ τέκνου ἡμῶν Σερίδου˙ κἀγώ σοι λέγω τόν ἀποστολικόν λόγον τόν πρός Τιμόθεον˙ «σύ οὖν τέκνον ἐνδυναμώθητι χάριτι Πνεύματος ἁγίου».

Βλέπω γάρ σου τήν ἡσυχίαν πῶς μέλλει ἔρχεσθαι καί συγχαίρω σοι ἐν Κυρίῳ˙ ὅσον γάρ ἔξω διάγεις, θλῖψιν καί κόπον σωματικόν μέλλεις εὑρίσκειν˙ ὅταν δέ φθάσῃς εἰς τόν τῆς ἡσυχίας λιμένα, ἀνάπαυσιν καί εἰρήνην εὑρίσκεις˙ ἀψευδής γάρ ἐστιν ὁ Δεσπότης ἡμῶν ὁ λέγων˙ «ὅτι δώσω αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ἑκατονταπλασίονα, καί ἐν τῷ μέλλοντι ζωήν αἰώνιον».

Προθύμως οὖν κοπίασον, ἀδελφέ, ὅπως εὕρης, πλείονα τήν ἀγάπην καί τήν ἀνάπαυσιν. Πρό τοῦ γάρ φθάσαι τό πλοῖον τόν λιμένα, κρούεται καί χειμάζεται ἀπό τῶν κυμάτων καί τῶν κλυδώνων˙ ἐάν δέ φθάσῃ εὑρίσκεται λοιπόν εἰς πολλήν γαλήνην. Νόησον τά λεγόμενα καί φύλαξον.

«Δώῃ γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν».


Ἀπόκρισις ι'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, λίθου πεσόντος κατά τοῦ ποδός αὐτοῦ καί πολλήν αὐτῷ κινήσαντος ὀδύνην καί ἀθυμίαν.


Ἀγαπητῷ ἀδελφῷ Ἰωάννην ἐν Κυρίῳ χαίρειν. Κατά τόν κόπον τοῦ σώματός σου τόν δι᾿ ἡμᾶς καί τό σύντριμμα τοῦ ποδός σου διά τόν Θεόν, ἐμπλῆσαι ὁ Δεσπότης Θεός τήν ψυχήν σου, ἀγαπητέ μου, τῶν ἐπουρανίων ἀγαθῶν ἑκατονταπλασίονα. Κατανόησον τά γραφόμενα παρ᾿ ἐμοῦ, ἀδελφέ, καί κρύψον παρά σεαυτῷ˙ ἀκουτιεῖ γάρ σε χαρμονήν ἐπουράνιον, δεσποτικήν, θεϊκήν. Ἐν ὀνόματι γάρ τῆς ἁγίας Τριάδος, εὑρίσκω ὅτι συγκληρονόμος εἶ τῶν ἐμῶν χαρισμάτων, τῶν παρά Θεοῦ δοθέντων μοι˙ καί κατά πρόσβασιν προσδοκῶ ὅτι ταχέως φθάνεις˙ ἔστι γάρ ὁ διά κόπων κατά Θεόν φθάνων εἰς τήν αὐτοῦ κατάπαυσιν˙ ἔστι πάλιν ὁ διά ταπείνωσιν φθάνων εἰς αὐτήν. (σελ. 70) Ἐλπίζω δέ ὅτι κατ᾿ ἀμφότερα ἕξεις, ἐν τῷ ἀποθανεῖν τήν ὀργήν σου, πνιγέντος τοῦ θυμοῦ ἀπό τῆς καρδίας σου καί τότε πληροῦται εἰς σέ ὁ γεγραμμένος λόγος˙ «ἴδε τήν ταπείνωσίν μου καί τόν κόπον μου καί ἄφες πάσας τάς ἁμαρτίας μου».

Καί ἐπειδή εἶπον ὅτι κατά πρόσβασιν φθάνεις, κατανόησον τά Εὐαγγέλια, πῶς καί ποσάκις δέδωκεν ὁ Χριστός τά χαρίσματα τοῖς μαθηταῖς περί ἰάσεων καί ἐκβάσεων δαιμόνων, τήν δέ τελειότητα (ἴσ. δέδωκε) περί ἀφέσεως ἁμαρτιῶν, εἰπών αὐτοῖς˙ «ὧν ἀφῆτε τάς ἁμαρτίας ἀφέωνται». Ἐάν οὖν διά τόν κόπον σου τόν διά τόν Θεόν ἀφήσῃ σοι τάς ἁμαρτίας σου, ἰδού τό μέτρον ὅ θέλω σε καταλαβεῖν. Ἐάν δέ δυσνόητα ρήματα ἐν τῇ ἐπιστολῇ ἀναγνῷς, ἐρώτησον τόν ὁμόψυχόν σου Σέριδον, υἱόν δέ ἐμοῦ ἀγαπητόν, καί διά τῆς τοῦ Θεοῦ χάριτος φράσσει σοι τά δυσνόητα. Ἐδεήθην γάρ τοῦ Θεοῦ ὑπέρ αὐτοῦ καί περί τούτου.

Σύ οὖν ἄνθρωπε τοῦ Θεοῦ, ἀκαταπαύστως τρέχε τήν ὁδόν τήν ἡτοιμασμένην, ὅπως μετά χαρᾶς φθάσῃς, ὅν ἐφθάσαμεν τοῦ Χριστοῦ λιμένα καί ἀκούσῃς τῆς φωνῆς τῆς πεπληρωμένης χαρᾶς καί ζωῆς καί φωτός καί ἀγαλλιάσεως, λεγούσης πρός σέ˙ «εὖ δοῦλε ἀγαθέ καί πιστέ, ἐπί ὀλίγα ἧς πιστός, ἐπί πολλῶν σε καταστήσω, εἴσελθε εἰς τήν χαράν τοῦ Κυρίου σου».

Χαίροις ἐν Κυρίῳ, χαίροις ἐν Κυρίῳ, χαίροις ἐν Κυρίῳ˙ ὁ Κύριος φυλάξοι τήν ψυχήν σου καί τό σῶμα σου ἀπό παντός κακοῦ καί παντός ἐναντιώματος διαβολικοῦ καί φαντασίας πάνυ θορυβώδους˙ ὁ Κύριος ἔσται σοι φῶς, σκέπη σου, ὁδός σου, ἰσχύς σου, στέφανός σου ἀγαλλιάσεως καί ἀντίληψις αἰωνία. Πρόσεχε σεαυτῷ, γέγραπται γάρ˙ «τά ἐκπορευόμενα διά τῶν χειλέων “μου οὐ μή ἀθετήσω”».



ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις β'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, προμηνύουσα αὐτῷ τάς διαφόρως ἐσομένας αὐτῷ θλίψεις, καί τήν σωματικήν ἀσθένειαν καί τήν ἐκ τούτων τῆς ψυχῆς προκοπήν.


Εἰπέ τῷ ἀδελφῷ Ἰωάννη. Στερέωσόν σου τήν καρδίαν ὡς στερεάν πέτραν. Πέτραν δέ λέγω τήν νοητήν, πρός τό δύνασθαι ἀκοῦσαι ἅ μέλλω λέγειν. Πρόσεχε οὖν σεαυτῷ, μήποτε ἀκούσας τοῦτο ἐπαρθῇς ἐν τῇ καρδίᾳ σου, καί ἐκπέσῃς τῆς πνευματικῆς ἐπαγγελίας˙ πολλούς γάρ ἀπώλεσεν ἡ τύφωσις καί τῶν θσασάντων εἰς μέτρον. Ἀλλ᾿ ἑτοίμασον σεαυτόν εἰς εὐχαριστίαν ἐν πᾶσιν, ἀκούσας τοῦ ἁγίου Ἀποστόλου λέγοντος «ἐν παντί εὐχαριστεῖτε». Εἴτε οὖν ἐν θλίψεσιν, εἴτε ἐν ἀνάγκαις ἤ στενοχωρίαις, εἴτε ἐν ἀσθενείαις καί κόποις σωματικοῖς, ἐν πᾶσι τοῖς ἐπερχομένοις σοι εὐχαρίστησον τῷ Θεῷ. Ἐλπίζω γάρ ὅτι καί σύ ἔχεις ἐλθεῖν εἰς κατάπαυσιν αὐτοῦ˙ «διά πολλῶν γάρ θλίψεων δεῖ ἡμᾶς ἐλθεῖν εἰς τήν βασιλείαν τοῦ Θεοῦ».

Μή οὖν διστάσῃς τῇ ψυχῇ σου καί μή ἐκλυθῇς τήν καρδίαν σου ἔν τινι. Ἀλλά μιμνήσκου τοῦ Ἀποστολικοῦ λόγου «ὅτι εἰ καί ὁ ἔξω ἄνθρωπος ἡμῶν φθείρεται, ἀλλ᾿ ὁ ἔσω ἀνακαινοῦται ἡμέραν ἐξ ἡμέρας». Ἐάν οὖν μή ὑπομένῃς τά πάθη, ἐλθεῖν εἰς τόν σταυρόν οὐ δύνασαι˙ ἐάν δέ βαστάσῃς ἐν πρώτοις τά πάθη, εἰσέρχῃ εἰς τόν λιμένα τῆς αὐτοῦ καταπαύσεως, καί ἡσυχάζεις λοιπόν (σελ. 58) ἐν πολλῇ ἀμεριμνίᾳ, ἔχων τήν ψυχήν ἐστερεωμένην καί κεκολλημένην τῷ Κυρίῳ διά παντός, ἐν πίστει φρουρουμένην, ἐν ἐλπίδι χαίρουσαν, ἐν ἀγάπῃ εὐφραινομένην, ἐν τῇ ἁγίᾳ καί ὁμοουσίῳ Τριάδι φυλαττομένην. Καί τότε πληρωθήσεται περί σοῦ τό εἰρημένον˙ «εὐφρανθήτωσαν οἱ οὐρανοί, καί ἀγαλλιάσθω ἡ γῆ». Αὐτή γάρ ἐστιν ἡ ἀμέριμνος ζωή τοῦ ἀνθρώπου τοῦ Θεοῦ˙ χαίρει γάρ ὁ Πατήρ καί ὁ Υἱός καί τό ἅγιον Πνεῦμα ἐπί τῇ σωτηρίᾳ τῆς ψυχῆς σου, ἀγαπητέ μου ἀδελφέ.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 
Πρὸς τὸν ἀββὰ Ἰωάννην τῆς Μυρωσάβης


Ἀπόκρισις α'

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος (εἴτουν τοῦ Βαρσανουφίου) πρός τόν ἀπό Μηρωσάβης Ἀββᾶν Ἰωάννην, αἰτήσαντα ἐλθεῖν καί οἰκῆσαι παρ᾿ αὐτοῖς ἐν τῷ κοινοβίῳ.


Γέγραπται ἐν τῷ Ἀποστόλῳ, ὅτι «ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτός καί τελειώσει ἕως τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Καί πάλιν ὁ Δεσπότης ἡμῶν εἶπε τῷ προσελθόντι αὐτῷ. «Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καί τῷ γένει, ἔτι δέ μή μισεῖ καί τήν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής». Δυνατόν δέ ἐστι τῷ Θεῷ <πληροφορῆσαι> ἐφ᾿ ἡμᾶς τόν λόγον. Ὅτι «ἰδού δή τί καλόν καί τερπνόν, ἀλλ᾿ ἤ τό κατοικεῖν ἀδελφούς ἐπί τό αὐτόν»; Εὔχομαι δέ ἵνα φθάσῃς τό μέτρον τό γεγραμμένον ἐν ταῖς Πράξεσιν˙ ὅτι ὅσοι εἶχον κτήματα, ἐπώλουν καί φέροντες τό τίμημα τῶν πιπρασκομένων, ἐτίθουν πρός τοῖς ποσί τῶν Ἀποστόλων.

Καί εἰδώς σου τήν προθυμίαν, κατά Θεόν οὖσαν, < εἶπον > τῷ ἀγαπητῷ υἱῷ ἡμῶν Σερίδῳ, τῷ μετά Θεόν σκεπάσαντι ἡμᾶς ἀπό τῶν ἀνθρώπων˙ (ἐλπίζομεν δέ εἰς τόν Θεόν, ὅτι καί σέ μεθ᾿ ἡμῶν σκεπάζει) ὅτι δέξαι τόν ἀδελφόν Ἰωάννην μετά ἀγάπης πολλῆς, καί μή διακριθῇ ὅλως. Πρό γάρ δύο ἐτῶν (σελ. 54) ἀπεκάλυψέ μοι ὁ Θεός, ὅτι μέλλει ἥξειν ἐνταῦθα˙ καί ὅτι πολλοί τῶν ἀδελφῶν μέλλουσι συνιέναι πρός ἡμᾶς. Καί ἐγώ ἐτήρησα τήν ἀποκάλυψιν, ἕως οὗ μάθω τί ποιεῖ ὁ Κύριος. Ὡς οὖν ἐπληρώθη ὁ καιρός, κἀγώ ἐφανέρωσα ὑμῖν.

Καί ἐπειδή ἐλογίσω, ὅτι ἐξ ὧν φορῶ παρέχω σοι, ἰδού ἐπί τοῦ ἀδελφοῦ ἐπῆρα τό κουκούλιόν μου ἀπό τῆς κεφαλῆς μου, καί ἔπεμψά σοι αὐτό δι᾿ αὐτοῦ, εἰπών˙ δός αὐτῷ καί φέρε σοι ἀντ᾿ αὐτοῦ ἄλλο. Κράτει οὖν τοῦτο ἕως τῆς τελευτῆς σου˙ μέλλει γάρ σκεπάσειν σε ἀπό πολλῶν κακῶν καί πειρασμῶν. Μή δέσῃς οὖν αὐτό τινι˙ ἔστι γάρ εὐλογία Θεοῦ ἐκ τῶν χειρῶν μου. Καί σπούδασον τοῦ τελειῶσαί σου τό ἔργον, καί εὐλυτῶσαι ἀπό παντός πράγματος, ὡς ἡμεῖς εὐλυτώσαμεν, καί κάθου μεθ᾿ ἡμῶν μετά ἀμεριμνίας σχολάζων τῷ Θεῷ.

Κἀγώ Σέριδος λέγω σοι πρᾶγμα θαυμαστόν˙ ὡς γάρ ἐλάλησεν ταῦτα ὁ Γέρων, ἐλογισάμην ἐν ἐμαυτῷ. Πῶς ἔχω κρατῆσαι τοῦ γράψαι ταῦτα; Εἰ ἤθελεν ὁ Γέρων, εἶχον ἐνεγκεῖν ὧδε τό μέλαν καί τό χαρτίον, καί ἀκοῦσαι ἕνα λόγον καί γράψαι. Καί αὐτός ἔγνω ἅ ἐλογισάμην, καί ἔλαμψε τό πρόσωπον αὐτοῦ ὡς πῦρ, καί εἶπέ μοι˙ ὔπαγε γράψον, μή φοβηθῇς˙ ἐάν εἴπω σοι μυρίους (σελ. 56) λόγους φράψαι, οὔτε περισσόν, οὔτε παρά, ἕως ἑνός γράμματος ἀφῇ σε τό Πνεῦμα τοῦ Θεοῦ γράψαι αὐτό, οὔτε ἐάν σύ θέλῃς˙ ἀλλ᾿ ὁδηγεῖ τήν χεῖρά σου πῶς αὐτά γράψεις μετά ἀκολουθίας.


ΒΙΒΛΟΣ ΤΟΥ ΑΒΒΑ ΒΑΡΣΑΝΟΥΦΙΟΥ 


Περί τοῦ μεγάλου Γέροντος Βαρσανουφίου

Ὁ μέγας τοίνυν Γέροντας, καί ἐν Πατράσι θεῖος Βαρσανούφιος, κατήγετο ἀπό τήν Αἴγυπτον, ὡς μαρτυρεῖ Εὐάγριος ὁ σχολαστικός ἐν τῷ δ' Βιβλίῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας, κεφάλαιον λβ'. Φαίνεται δέ ὅτι ἦτον πεπαιδευμένος τά Ἑλληνικά καί Αἰγυπτιακά γράμματα, κατά τήν νε' ἀπόκρισίν του˙ ἐκ νεαρᾶς δέ ἡλικίας τόν τῆς ἀσκήσεως βίον ἐπόθησεν ὁ ἀοίδιμος. Μίαν φοράν δέ ἔτυχε νά περάσῃ ἀπό τό ἱπποδρόμιον, ἤτοι ἀπό τόν τόπον ἐκεῖνον, ὅπου ἔτρεχον οἱ ἄνθρωποι μέ τά ἄλογα˙ ὅθεν ἐστάθη καί ἐπρόσεξεν εἰς τά ἐκεῖ γινόμενα, καί βλέποντας πῶς ἐσπούδαζεν ὁ κάθε ἕνας νά περάσῃ τόν ἄλλον (σελ. 33) καί νά τόν νικήσῃ εἰς τό τρέξιμον, εἶπε ταῦτα μέ τόν λογισμόν του˙ «βλέπεις, πῶς οἱ τοῦ διαβόλου προθύμως ἀγωνίζονται; πόσῳ μᾶλλον ἡμεῖς οἱ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν»; καί ἀπῆλθεν ἔτι προθυμότερος ἐκ τοῖς τοιαύτης θεωρίας ἐπί τόν πνευματικόν ἀγῶνα, καθώς τοῦτο γράφει ὁ ἄλλος Γέροντας Ἰωάννης περί αὐτοῦ (Ἀποκρίσει υμη'). Ἀπελθών δέ εἰς τήν περίχωρον Γάζης τῆς ἐν Παλαιστίνῃ, καί ἐκεῖσε εὑρών τό Κοινόβιον τό ἐπιλεγόμενον τοῦ Ἀββᾶ Σερίδου, ἔκτισε μικρόν κελλίον ἔξω τῆς Μονῆς πρότερον, εἰς τό ὁποῖον ἐγκλείσας ἑαυτόν, ἐτρύγα καί ἀπελάμβανε τό γλυκύτατον μέλι τῆς ἡσυχίας, ὡς τοῦτο δηλοῦται (Ἀποκρίσει σκ'). Φαίνεται δέ ὅτι ἔκτισε καί δεύτερον ἐγκλειστήριον καί ἡσύχαζεν ἐν αὐτῷ˙ ποῦ δέ τοῦτο ἔκτισεν, ἄδηλον εἶναι˙ συμπεραίνεται ὅμως ὅτι καί τό δεύτερον ἐγκλειστήριόν του ἦτον, ἤ μέσα εἰς τόπον παράμερον τοῦ ἀνωτέρου Κοινοβίου, ἤ ἔξω, πλησίον τοῦ Κοινοβίου.

Ἐν τῇ ἀρχῇ δέ τῆς ἡσυχίας του, τρεῖς μόνους ἄρτους ἔφερον αὐτῷ τήν ἑβδομάδα ἐκ τοῦ Κοινοβίου καί ἐτρέφετο (Ἀπόκρ. οβ')˙ ἀλλ᾿ ὅμως εἰς τόσον ἄκρον πένθος ἐπέδωκεν ἑαυτόν ὁ τρισμακάριος καί τοσαύτην γλυκύτητα ἐλάμβανεν ἐκ τῶν δακρύων, ὥστε ὅπου ἀπό τήν ἡδονήν ἐκείνην τήν ἀνέκφραστον, ἔφθασεν εἰς τό νά τρώγῃ καί πίνῃ ἕνα ὀλίγον. Πολλές φορέες δέ καί ἀλησμόνει τελείως νά φάγῃ τό ἄρτον του, καθώς ἔλεγε καί ὁ Δαβίδ διά λόγου του˙ «ἐπελαθόμην τοῦ φαγεῖν τόν ἄρτον μου˙ ἀπό φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τό ὀστοῦν μου τῇ σαρκί μου» (Ψαλμ. ρα'6). Διά τοῦτο, ποτέ μέν, δύο φορές τήν ἑβδομάδα ἔτρωγε, ποτέ δέ, μίαν, καί πάλιν ὅταν ἤρχετο εἰς τήν τράπεζαν, ἤρχετο ὡσάν νά εἶναι χορτασμένος. Τρώγοντας δέ, κατέκρινε τόν ἑαυτόν του λέγων˙ «διατί πάντοτε οὐκ εἰμί οὕτως»; Ἀπό γάρ τῆς γλυκύτητος ὅπου εἶχεν εἰς τήν πνευματικήν τροφήν, ἀλησμόνει τήν αἰσθητήν (Ἀποκρίσει στ,ζ'). Καί τό παράδοξον ἦτον, ὅτι αὐτός ἐδύνετο νά μείνῃ καί ὅλην σχεδόν τήν ζωήν του χωρίς νά φάγῃ καί νά πίῃ καί νά ἐνδυθῇ˙ ἐπειδή ἡ τροφή αὐτοῦ καί ἡ πόσις καί τό ἔνδυμα ἦτον τό Πνεῦμα τό ἅγιον (Ἀπόκρ. οη').

Προΐοντος δέ τοῦ καιροῦ, καί ἐπί πλέον πλύνοντας τόν ἑαυτόν του διά τῶν ἀειρρύτων δακρύων, ἐκαθάρισε τήν καρδίαν του ὁ τρισόλβιος, ὄχι μόνον ἀπό τά σωματικά πάθη, ἀλλά καί ἀπό τά ψυχικά, ἀπό τήν οἴησιν λέγω, ἀπό τήν κενοδοξίαν, ἀπό τήν ἀνθρωπαρέσκειαν, ἀπό τήν πονηρίαν καί ἀπό τά ἄλλα ὅμοια τά βαθέως κεκρυμμένα μέσα εἰς τήν καρδίαν, καί οὕτως ἀνώτερος γενόμενος τῶν βελῶν τοῦ ἐχθροῦ, ἀπόκτησε τήν εἰρήνην τῶν λογισμῶν, ἥτις εἶναι τό χωρητικόν δῶρον τοῦ ἐχθροῦ, ἀπόκτησε τήν εἰρήνην τῶν λογισμῶν, ἥτις εἶναι τό χωρητικόν δῶρον τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος, ὡς λέγει ὁ τῆς Θεσσαλονίκης θεῖος Γρηγόριος (λόγῳ πρός τήν Ξένην). Ἀπόκτησε δέ καί τήν κοίμησιν, ἤ μᾶλλον εἰπεῖν, ἀπονέκρωσιν παντός ἐμπαθοῦς κινήματος καί φρονήματος˙ διά τοῦτο καί τό ἐγκλειστήριόν του, κοιμητήριον ὠνόμαζεν. Ὅθεν ὁ ἄλλος Γέροντας Ἰωάννης, ἐρωτηθείς διατί ἔτσι ὠνόμασεν αὐτό, ἀπεκρίθη˙ «ὅτι ἀνεπαύσατο ἀπό τῶν παθῶν ὅλων˙ ἀπέθανε γάρ τελείως τῇ ἁμαρτίᾳ˙ καί τό κελλίον αὐτοῦ, ἐν ᾧ ἐζώγρηται ὡς ἐν τάφῳ, διά τό ὄνομα τοῦ (σελ. 34) Ἰησοῦ, τόπος ἀναπαύσεως ἐστίν, ἔνθα οὐ πατεῖ δαίμων, οὐδέ ὁ ἄρχων αὐτοῦ διάβολος˙ ἁγιαστήριον γάρ ἐγίνετο, ὅτι ἐχώρησε τό κατοικητήριον τοῦ Θεοῦ» (Ἀπόκρ. ογ'). Ἀφ᾿ οὗ λοιπόν ἐκαθάρισε τήν καρδίαν του ἀπό τά πάθη καί ἠξιώθη νά γίνῃ ναός καί κατοικητήριον τοῦ ἁγίου Πνεύματος, τίς δύναται νά παραστήσῃ τά χαρίσματα ὅπου ἠξιώθη νά λάβῃ; Ἐκ τῆς τοιαύτης καθαρότητος ἐπλουτίσθη μέ τήν ὑψοποιόν καί ἀληθινήν καί τελείαν ταπείνωσιν˙ δηλαδή, ὄχι μέ τήν ταπείνωσιν ἐκείνην, ἥτις συνίσταται μέ τά ἔξω ταπεινά σχήματα καί τά ταπεινά λόγια, ἀλλά μέ τήν ταπείνωσιν ἐκείνην, τήν ὁποίαν κτίζει τό Πνεῦμα τό ἅγιον τοῖς ἐγκάτοις ἐγκαινιζόμενον, κατά τόν τῆς Θεσσαλονίκης μέγαν Γρηγόριον (λόγ. εἰς τήν Ξένην)˙ διά τοῦτο καί Θεοδώρητον αὐτήν οἱ Πατέρες καλοῦσι, καί μάλιστα ὁ Σιναΐτης θεῖος Γρηγόριος˙ «ταπείνωσις γάρ ἐστι, κατά τόν ἴδιον Βαρσανούφιον, τό ἔχον ἑαυτόν γῆν καί σποδόν, ἔργοις καί οὐ λόγοις μόνον˙ καί τό εἰπεῖν˙ ἐγώ τίς εἰμι; τίς ψηφίζει με; πρᾶγμα οὐκ ἔχω μετά τινος» (Ἀπόκρ. ρστβ'). Ἐκ τῆς ταπεινώσεως δέ ταύτης ἠξιώθη νά λάβῃ τήν μείζονα πασῶν τῶν ἀρετῶν διάκρισιν, ἥτις ἐδόθη παρά Θεοῦ εἰς τόν ἄνθρωπον ὡσάν ἕνας κυβερνήτης, κατά τόν αὐτόν Βαρσανούφιον (Ἀπόκρ. ρο'). Καί κατά τόν θεῖον Μελέτιον τόν ὁμολογητήν, «ἡ διάκρισις εἶναι βάσις τῶν ἀρετῶν, ἀρχή, μεσότης καί τέλος πάντων τῶν καλῶν˙ λύχνος φαίνων ἐν τῇ σκοτίᾳ˙ πλανωμένων ὁδηγός, χειμαζομένων λιμήν» (Βαθμίδ. ρξσ')˙ ἐκ δέ τῆς διακρίσεως, ἠξιώθη νά λάβῃ τήν διόρασιν, διά μέσου τῆς ὁποίας ἐρευνῶνται οἱ νοητοί καί ἀπόκρυφοι λόγοι τῶν αἰσθητῶν καί νοητῶν κτισμάτων, κατά τόν ἐκ Δαμασκοῦ ὅσιον Πέτρον.

Ἐκ δέ τῆς διοράσεως ἠξιώθη νά λάβῃ καί τό τῆς προοράσεως καί προφητείας χάρισμα καί νά βλέπῃ τά μακράν γινόμενα, ὡς παρόντα, καί τά μέλλοντα, ὡς ἐνεστῶτα˙ ἀλλά τό χάρισμα τοῦτο, τόσον πολλά πλούσιον ἐδόθη εἰς τόν τρισόλβιον τοῦτον Πατέρα, ὥστε ὅπου αὐτός προεγίνωσκε καί προέλεγε πρό δύο χρόνων, ὅτι μέλλει νά ἐλθῃ εἰς τό Κοινόβιον ὁ ἀπό Μηρωσάβης ὅσιος Ἰωάννης (Ἀπόκρ. α'). Αὐτός προεγίνωσκε καί προέλεγεν, ὄτι μέλλουν νά ἔλθουν πλούσιοι καί νά κοινοβιάσουν εἰς τό Μοναστήριον (Ἀποκρ. λα'). Αὐτός διά τῆς χάριτος ἐγίνωσκε καί τάς βουλάς τῶν καρδιῶν, ὅθεν καί ἀπεκρίνετο πρός ἐκείνους ὅου τόν ἐρώτων, ὄχι μέ λόγον προφορικόν, ἀλλά μόνον μέ τόν νοῦν καί τήν διάνοιάν τους (Ἀποκρ. νδ' καί ρξγ'). Καί ἐκεῖνα τά ἴδια λόγια ὅου ἀναγινώσκομεν εἰς τήν Γραφήν ὅπως ἔλεγεν ὁ Προφήτης Ἐλισσαῖος πρός Γιεζί, τόν λαβόντα τά δύο τάλαντα ἀργυρίου ἀπό τόν Νεεμάν˙ «οὐχί ἡ καρδία μου ἐπορεύθη μετά σοῦ»; (Δ' Βασιλ. ε'26) τά αὐτά ἔλεγε καί ὁ θεῖος Βαρσανούφιος πρός τόν ἀπό Μηρωσάβης Ἰωάννην. «Καί τοῦτο μάθε, ὅτι ὅτε ὑπάγεις εἰς διακονίαν τοῦ Κοινοβίου, πάντως ὑπάγει μετά σοῦ ἡ καρδία μου» (Ἀπόκρ. κζ'). Ἐπειδή καί τοῦ αὐτοῦ Προφητικοῦ χαρίσματος τοῦ Ἐλισσαίου ἦτον ἠξιωμένος καί ὁ ὅσιος Βαρσανούφιος, ὅθεν καί ἡ πρόρρησις αὐτοῦ ποτέ δέν ἐλάνθανεν, ἀλλά διά τῶν ἔργων ἐβεβαιοῦτο˙ προεῖπε γάρ περί (σελ. 35) τοῦ ἄρχοντος, τοῦ ἀποσταλέντος παρά τοῦ Βασιλέως διά νά καταστήσῃ εἰς τόν θρόνον τῆς Γάζης τόν ἀνάξιον Ἐπίσκοπον, ὅτι «τήν πόρταν τῆς πόλεως ἐάν φθάσῃ, εἰς τήν πόλιν οὐκ ἐμβαίνει˙ οὐ συγχωρεῖ γάρ αὐτῷ ὁ Θεός»˙ καί τῇ ἀληθείᾳ οὕτως ἔγινεν. Ἐπειδή ἐξαίφνης ἀκουσθεῖσα ἡ φήμη τοῦ θανάτου τοῦ Βασιλέως, ἔκαμε νά διαλυθοῦν ὅλα τά ἐλπιζόμενα καί μελετώμενα παρ᾿ αὐτοῦ (Ἀπόκρ. ω').

Τίς δέ δύναται νά παραστήσῃ τήν ὑπερβάλλουσαν ἀγάπην ὅπου εἶχε πρός τόν Θεόν ὁ Μακάριος; Αὐτός ἔφερεν ἐν τῇ καρδίᾳ του τήν πρός Χριστόν ἀγάπην κατακαιομένην ὡς φλόγα πυρός σφοδροτάτου, καθώς τό μαρτυρεῖ ὁ ἴδιος (Ἀπόκρ. ρι')˙ διά τοῦτο καί ὡς τήν τοιαύτην ἀγάπην ἔχων, νά πέσῃ δέν ἐδύνετο˙ ἐπειδή κατά τόν Ἀπόστολον «ἡ τελεία ἀγάπη ἄπτωτός ἐστι, καί ὁ κτώμενος αὐτήν μένει ἐν τῇ θερμότητι, κατακλειόμενος τῇ ἀγάπῃ πρός τόν Θεόν καί πρός τόν πλησίον» (Ἀπόκρ. ιζ'). Τίς νά φανερώσῃ δέ καί τήν πρός τόν πλησίον ἀγάπην ὅπου ἀνεφλέγετο μέσα εἰς τά σπλάγχνα του; ἴδετε τήν κάμινον πῶς ἀνάπτει ἀπό τήν πολλήν ὕλην˙ τοιαύτη ἦτον πρός ὅλους τούς ἀδελφούς καί ἡ χριστομίμητος καρδία τοῦ μεγάλου Βαρσανουφίου˙ διά τοῦτο αὐτός, ὡς Πατήρ φιλόστοργος, δέν ἔπαυε νύκτα καί ἡμέραν ἀπό τό νά παρακαλῇ τόν Θεόν, διά νά κάμῃ θεοφόρους ὅλους τούς ἀδελφούς˙ καί ἄκουσον τά ἴδιά του λόγια˙ «ἐγώ καί πρό τοῦ αἰτήσασθαί με διά τήν κατακαιομένην, ὡς σφοδροτάτου πυρός φλόγα, ἀγάπην τοῦ Χριστοῦ ἐν ἐμοί, τοῦ εἰπόντος˙ ζήτησον τόν πλησίον σου ὡς σεαυτόν, ἀπό τῆς καύσεως καί τοῦ ζέειν τῷ Πνεύματι, οὐ παύομαι νύκτα καί ἡμέραν δεόμενος τοῦ Θεοῦ ποιῆσαι ὑμᾶς θεοφόρους, καί οἰκῆσαι ἐν ὑμῖν καί ἐμπεριπατῆσαι καί καταπέμψαι τό Πνεῦμα τό ἅγιον ὑμῖν… καί ἐγενόμην πρός ὑμᾶς ὡς Πατήρ, σπουδάζων στρατεῦσαι τά τέκνα αὐτοῦ τῷ βασιλεῖ, ἐν στρατείαις λαμπραῖς, αὐτῶν ἀμεριμνούντων» (Ἀποκρ. ρι'). Οὐ μόνον δέ ἐδέετο τοῦ Θεοῦ ὑπέρ τούτου, ἀλλά καί πραγματικῶς ἐποίει τούς ἀδελφούς, θεοφόρους ἀληθῶς καί πνευματοφόρους˙ τόν μέν γάρ ἡγούμενον τοῦ Κοινοβίου Σέριδον, ἐφώτισε διά προσευχῆς του καί τοῦ ἄνοιξε τόν νοῦν διά νά καταλαμβάνῃ τά δυσνόητα (Ἀπόκρ. ι'), ὅν τρόπον «καί ὁ Κύριος διήνοιξε τόν νοῦν τῶν ἱερῶν Ἀποστόλων τοῦ συνιέναι τάς Γραφάς» (Λουκ. κδ'45) καί τόν ὅσιον Ἀνδρέαν ἐποίησε νά λάβῃ Πνεῦμα ἅγιον διά τῶν εὐχῶν του, εἰς ὑπομονήν καί εὐχαριστίαν (Ἀπόκρ. σιβ')˙ ἐπειδή καί αἱ προσευχαί αὐτοῦ ἀνήρχοντο πρός τόν Θεόν ὡς ἀστραπαί ἀστράπτουσαι καί ὡς ἀκτῖνες ἡλίου, ἐν αἷς εὐφραίνετο ὁ Πατήρ, καί ἔχαιρεν ὁ Υἱός, καί ἠγάλλετο τό Πνεῦμα τό ἅγιον (Ἀποκρ. ρια')˙ ὅθεν καί εἰσηκούοντο εἰς ὅλα τά πρός συμφέρον αἰτήματα.

Ὑπό ταύτης τῆς πρός τόν πλησίον ἀγάπης καταφλεγόμενος ὁ οὐράνιος οὗτος ἄνθρωπος, ἐτίθει χριστομιμήτως τήν ψυχήν του ὑπέρ τῶν ἀδελφῶν του, καί ἀπολογίαν ἔδιδεν εἰς τόν Θεόν δι᾿ αὐτούς (Ἀποκρ. νθ')˙ ἐθεώρει καί (σελ. 36) ἐσκέπαζε τάς ἁμαρτίας τῶν ἀνθρώπων, καθώς ὁ Θεός θεωρεῖ καί σκεπάζει αὐτάς (Ἀποκρ. σλε').

Καί ἐπειδή διά τήν τοιαύτην ὑπερβάλλουσαν πρός τόν πλησίον ἀγάπην, ἐδόθη αὐτῷ ἀμέσως παρά τοῦ Θεοῦ τό δεσμεῖν καί λύειν τάς ἁμαρτίας, τό ὁποῖον εἶναι τελειότης τῶν χαρισμάτων, καθώς ὁ ἴδιος ὁ Βαρσανούφιος λέγει˙ «τό δέ τέλειον χάρισμα, τό ἀφιέναι ἁμαρτίας καί ἐλευθερῶσαι ψυχάς ἐκ σκότους καί ἀγαγεῖν εἰς τό φῶς» (Ἀπόκρ. σιβ'). Διά τοῦτο καί ὁ Κύριος διάφορα ἄλλα χαρίσματα δούς πρό τῆς ἀναστάσεως εἰς τούς ἱερούς Ἀποστόλους, τήν τελειότητα ταύτην τῶν χαρισμάτων δέδωκεν αὐτοῖς ὕστερον μετά τήν ἀνάστασιν, κατά τόν αὐτόν Βαρσανούφιον λέγοντα˙ «κατανόησον τά εὐαγγέλια, πῶς καί ποσάκις δέδωκεν ὁ Χριστός τά χαρίσματα τοῖς μαθηταῖς περί ἰάσεων καί ἐκβάσεων δαιμόνων, τήν τελειότητα δέδωκε περί ἀφέσεως ἁμαρτιῶν, εἰπών αὐτοῖς, ὧν ἀφῆτε τάς ἁμαρτίας, ἀφέωνται» (Ἀποκρ. ι').

Ἐπειδή λέγω καί ὁ μέγας Βαρσανούφιος ἠξιώθη νά λάβη τό χάρισμα τοῦτο τό συγχωρεῖν ἁμαρτίας, διά τοῦτο, ποτέ μέν, ἔλεγεν εἰς τόν ἐν Κοινοβίῳ ἀσθενοῦντα ἀδελφόν καί αἰτήσαντα ἄφεσιν ἁμαρτιῶν˙ «λέγει σοι ὁ Θεός ὁ μέγας Βασιλεύς, ἀφέωνταί σοι πᾶσαι αἱ ἁμαρτίαι σου» (Ἀποκρ. ρμε'), ποτέ δέ εἰς ἄλλον ὅμοιον ἀσθενοῦντα ὑπό φθίσεως˙ «Ἰδού συνεχώρησεν ὁ Θεός ὅλας σου τάς ἁμαρτίας κατά τήν αἴτησίν σου, ἀπό παιδός μέχρι τοῦ δεῦρο˙ εὐλογητός ὁ θελήσας Θεός, ὅτι συνεχώρησέ σοι ὅλας» (Ἀπόκρ. ρμζ') καί ἄλλων μέν ἐβάσταζε τό ἥμισυ φορτίον τῶν ἁμαρτιῶν, ἄλλων δέ, καί ὅλον (Ἀποκρ. σλε' καί ρξσ')˙ καί ἄλλων μέν, διά νά ἐξαλείψῃ τήν βλασφημίαν ἵδρωνε δεόμενος τοῦ Θεοῦ, οὕτω γάρ ἀπεκρίνατο πρός τόν βλασφημήσαντα ἀδελφόν˙ «τό στόμα σου φύλαξον τοῦ μή ἐμπεσεῖν πάλιν εἰς τήν δεινοτάτην βλασφημίαν, κἄν ἕως αὐτῆς τῆς ψυχῆς σου φθάσῃς˙ πάνυ γάρ ἵδρωσα δυσωπῶν ὑπέρ ταύτης τόν Θεόν» (Ἀποκρ. σκζ')˙ ἄλλων δέ, παρετίθει τάς ψυχάς ἀποθνῃσκόντων εἰς τήν ἁγίαν καί ζωοποιόν Τριάδα καί ἐποίει εἰς αὐτάς ἐλευθέραν ἀπό τούς δαίμονας, τήν εἰς τούς οὐρανούς ἄνοδον (Ἀποκρ. ρμσ'). Καί διά νά εἰπῶ καθολικῶς, ὁ μέγας οὗτος Βαρσανούφιος ἔφθασεν εἰς τό μέτρον ἐκεῖνο τῆς πρός τό πλησίον ἀγάπης, εἰς τό ὁποῖον ἔφθασε καί ὁ Ἀπόστολος Παῦλος καί πρό αὐτοῦ ὁ μέγας καί θεόπτης ἐκεῖνος Μωϋσῆς˙ διότι καί αὐτός τά ἴδια λόγια τοῦ Μωϋσέως ἔλεγε, «Πείσθητί μοι ἀδελφέ, ὅτι τό Πνεῦμα πρόθυμόν τί ἐστιν εἰπεῖν τῷ ἐμῷ Δεσπότῃ, χαίροντι ἐπί τῇ αἰτήσει τῶν δούλων αὐτοῦ, Δέσποτα, ἤ συνεισένεγκέ μοι τά τέκνα μου εἰς τήν βασιλείαν σου, ἤ κἀμέ ἐξάλειψον ἐκ τῆς βίβλου σου» (Ἀποκρ. ρια').

Τί νά περιττολογῶ; ὁ μακάριος Βαρσανούφιος, ἀναβάσεις ἱεράς καθ᾿ ἑκάστην ἐν τῇ καρδίᾳ αὐτοῦ διατιθέμενος, κατά τόν θεῖον Δαβίδ, καί προσθέτοντας ταπείνωσιν ἐπάνω εἰς τήν ταπείνωσιν, ἡσυχίαν ἐπάνω εἰς τήν ἡσυχίαν, θέρμην ἐπάνω εἰς τήν θέρμην καί ἀγάπην ἐπάνω εἰς τήν ἀγάπην, ἠξιώθη τέλος πάντων καί νά φθάσῃ εἰς τό ὑψηλότατον χάρισμα τῆς πρός Θεόν ἁρπαγῆς, (σελ. 37) ὡς ὁ μέγας Παῦλος, καί νά ἀναβαίνῃ μέχρι τοῦ ἑβδόμου οὐρανοῦ, ὄχι μέ τά φανταστικά πτερά τῆς διανοίας, ἀλλ᾿ ἐν τῇ ἀρρήτῳ δυνάμει τοῦ Πνεύματος, καί ἐκεῖ νά εὐλογῆται, νά θεωρῇ καί νά ἐντρυφᾷ ἀκόμη ἀπό τούτην τήν ζωήν τά ἄρρητα καί ἀνεκλάλητα τῆς θείας βασιλείας ἀγαθά καί μυστήρια, χωρίς νά ἠξεύρῃ, εἴτε ἐν σώματι ἦτον, εἴτε ἐκτός τοῦ σώματος. Καί ἄκουσον αὐτοῦ λέγοντος τοῦτο διά λόγου του˙ «πληροφορήσει ὑμᾶς ὁ Κύριος, ὅτι εἰς τόν ἕβδομον οὐρανόν ἀναφέρει ἡ ἀγάπη τούς ἀνθρώπους τούς ἔχοντας αὐτήν˙ καθώς τινες ἤδη μετά παρρησίας ἀνέρχονται καί εὐλογοῦνται, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτός τοῦ σώματος, οὐκ οἶδα, ὁ Θεός γάρ ἐστιν ὁ εἰδώς˙ καί ἵνα μάθητε τήν ἀρχήν τῆς ὁδοῦ τῆς χαρᾶς ταύτης, ἀκούσατε. Πρῶτον ἔρχεται τῷ ἀνθρώπῳ τό Πνεῦμα τό ἅγιον, διδάσκον αὐτόν τά πάντα, καί πῶς δεῖ ταπεινοφρονεῖν, ἅ οὐ δύνασθε ἄρτι ἀκοῦσαι˙ εἶτα ὁδηγούμενος τῇ πρώτῃ καύσει ἐκείνη, ἀνέρχεται εἰς τόν οὐρανόν τόν πρῶτον, καί μετά ταῦτα εἰς τόν δεύτερον, καί κατά πρόβασιν ἕως τοῦ ἑβδόμου, κἀκεῖ ἐστι θεωρῆσαι ἄρρητα πράγματα καί φοβερά, ἅ οὐδείς δύναται ἀκοῦσαι, εἰμή οἱ ἐρχόμενοι εἰς τό μέτρον τοῦτο, οὗ ὁ Κύριος καταξιώσαι ὑμᾶς» (Ἀποκρ. ρι').

Ἐντεῦθεν λοιπόν ἐδόθη εἰς αὐτόν πλουσιώτατον καί τό τῆς θαυματουργίας χάρισμα, ἤγουν τό νά δύναται ἐν τῷ ὀνόματι τοῦ Δεσπότου Ἰησοῦ Χριστοῦ νά ἀνασταίνῃ νεκρούς, νά διώκῃ δαίμονας, νά ἰατρεύῃ ἀσθενείας ἀνιάτους καί ἄλλας δυνάμεις καί θαυμάσια νά κάμνῃ, ὄχι ὀλιγώτερα ἀπό τούς Ἀποστόλους, καί νά κλείσῃ καί νά ἀνοίξῃ τούς οὐρανούς ὡσάν τόν Ἠλίαν, καθώς αὐτός ὁ ἴδιος ταῦτα λέγει περί ἑαυτοῦ˙ ἤ μᾶλλον εἰπεῖν, καθώς μαρτυρεῖ ὁ δούς αὐτῷ τό χάρισμα, μᾶλλον δέ τά χαρίσματα, Θεός˙ καί ὅρα ταῦτα ἐν τῇ ρπβ' Ἀποκρίσει. Διά τοῦτο καί τόν ἐν τῷ Κοινοβίῳ Γέροντα, ἐλύτρωσεν ἀπό τήν ἀσθένειαν ὅπου ἔπασχεν (Ἀποκρ. ροδ') ὁμοίως καί ἄλλον ἀδελφόν δεινῶς βασανιζόμενον ἐθεράπευσε (Ἀποκρ. φι'). Ἐντεῦθεν ἠξιώθη νά γίνῃ, ὄχι μόνον υἱός Θεοῦ κατά χάριν, ἀλλά τό θαυμασιώτερον, καί ἀδελφός τοῦ Ἰησοῦ. Καί ἄκουσον αὐτοῦ λέγοντος «εὔξασθε ὑπέρ ἐμοῦ τοῦ ἀθλίου, ἵνα κρατήσω κἀγώ τά μέτρα ταῦτα ἕως τέλους˙ ὁ γάρ κρατῶν αὐτά, ἤδη ἐγένετο ἀδελφός τοῦ Ἰησοῦ» (Ἀποκρ. ρπβ'). Ἀλλά καί ὅταν ὁ κοσμικός τοῦ ἁγίου τούτου ἀδελφός, γέρων ὄντας, ἐζήτησε νά συνομιλήσῃ μέ αὐτόν, ταῦτα πρός αὐτόν ἀπεκρίνατο˙ «ἐγώ ἀδελφόν τόν Ἰησοῦν ἔχω˙ ἐάν δέ καταφρονήσας τοῦ κόσμου γίνῃ μοναχός, τότε ἀδελφός μου εἶ» (Ἀποκρ. τμγ').

Καί δία νά εἰπῶ μέ συντομίαν, ἐντεῦθεν ἠξιώθη νά γίνῃ ὄχι μόνον υἱός Θεοῦ καί ἀδελφός τοῦ Ἰησοῦ, ἀλλά καί θεός κατά χάριν, κατά τό «ἐγώ εἶπα θεοί ἐστε, καί υἱοί Ὑψίστου πάντες» (Ψαλμ. πβ' 6)˙ ἔφη γάρ τό πετεινόν τοῦ οὐρανοῦ, ὁ κρυφιομύστης καί Ἀρεοπαγίτης Διονύσιος˙ εὑρήσεις δέ ὅτι καί θεούς ἡ θεολογία (τό ἀνωτέρω δηλαδή λόγιον τοῦ Δαβίδ) καλεῖ, τάς τε οὐρανίας καί ὑπέρ ἡμᾶς οὐσίας, καί τούς παρ᾿ ἡμῖν φιλοθεωτάτους καί ἱερούς ἄνδρας, καίτοι τῆς θεανδρικῆς Κρυφιότητος ὑπερουσίως ἁπάντων ἐξῃρημένης τε (σελ. 38) καί ὑπεριδρυμένης καί μηδενός αὐτῇ τῶν ὄντων ἐμφεροῦς ὀνομάζεσθαι κυρίως καί ὁλικῶς δυναμένου˙ πλήν ὅσα τῶν νοερῶν τε καί λογικῶν πρός τήν ἕνωσιν αὐτῆς, ὅση δύναμις, ὁλικῶς ἐπέστραπται καί πρός τάς θείας αὐτῆς ἐλλάμψεις, ὡς ἐφικτόν, ἀκαταλήκτως ἀνατείνεται τῇ κατά δύναμιν, εἰ θέμις εἰπεῖν, θεομιμησίᾳ, καί τῆς θεϊκῆς ὁμωνυμίας ἠξίωται» (περί οὐρανίου Ἱεραρχ. κεφ. ιβ').

Ὅθεν ἐπειδή εἰς τοιαύτην τελειότητα ὁ θεῖος ἔφθασε Βαρσανούφιος καί τοσαύτην καί τηλικαύτην παρρησίαν εὗρε πρός τόν Θεόν, διά τοῦτο καί ἐδύνατο μόνος νά δυσωπήσῃ τόν Θεόν ὑπέρ μυριάδων ἀνθρώπων καί νά μήν ἀθετηθῇ˙ ἐπειδή ἄν «τό θέλημα τῶν φοβουμένων αὐτόν ποιῇ ὁ Κύριος», κατά τόν Ψαλμῳδόν, πόσῳ μᾶλλον δέν ἀθετῇ τό θέλημα τῶν τάξιν υἱῶν καί ἀδελφῶν αὐτοῦ ἐχόντων; καί ὅρα τήν ρια' Ἀπόκρισιν αὐτοῦ. Διά τοῦτο καί ὅταν εἰς τόν καιρόν τοῦ θείου τούτου Πατρός, ἐγίνετο ὀργή μεγάλη εἰς ὅλον τόν κόσμον, καί παρεκάλεσαν αὐτόν οἱ ἐν τῷ Κοινωβίῳ ἡσυχάζοντες Πατέρες διά νά κάμῃ δέησιν πρός τόν Θεόν νά καταπαύσῃ τήν ὀργήν του, αὐτός εἶπεν, ὅτι τρεῖς ἄνδρες τέλειοι στέκουν καί παρακαλοῦσι τόν Θεόν ὑπέρ ὅλου τοῦ κόσμου, ἀπό τούς τρεῖς δέ τούτους, ἕνας ἦτον καί αὐτός. Καί ἄκουσον τά ἴδια κεχαριτωμένα λόγια τῆς ἀποκρίσεως τοῦ ἁγίου˙ «εἰσί πολλοί οἱ παρακαλοῦντες τήν φιλανθρωπίαν τοῦ Θεοῦ, παῦσαι τήν ὀργήν ἀπό τοῦ κόσμου, καί οὐδείς φιλανθρωπότερος τοῦ Θεοῦ, ἀλλ᾿ οὐ θέλει ἐλεῆσαι˙ ἀντισκήκει γάρ τό πλῆθος τῶν ἐν τῷ κόσμῳ γινομένων ἁμαρτιῶν˙ εἰσί δέ τρεῖς ἄνδρες τέλειοι τῷ Θεῷ, οἵτινες ὑπερέβησαν τό μέτρον τῆς ἀνθρωπότητος καί ἔλαβον τήν ἐξουσίαν τοῦ λῦσαι καί δῆσαι, καί ἀφῆναι ἁμαρτίας καί κρατῆσαι, καί στήκουσιν ἐν τῇ θραύσει, τοῦ μή ὑφέν ἐξολοθρεῦσαι ὅλον τόν κόσμον καί διά τῶν εὐχῶν αὐτῶν μετ᾿ ἐλέους παιδεύει˙ καί ἐρρέθη αὐτοῖς, ὅτι ἐπί ὀλίγον χρόνον ἐπιμένει ἡ ὀργή˙ σύν αὐτοῖς οὖν εὔξασθε. Συναντῶσι δέ αἱ εὐχαί τῶν τριῶν τούτων ἐν τῇ εἰσόδῳ τοῦ ἀνωτέρω θυσιαστηρίου τοῦ Πατρός τῶν φώτων καί συγχαίρουσιν ἀλλήλοις καί συν αγάλλονται ἐν τοῖς ἐπουρανίοις˙ ὅταν δέ προσέχωσιν εἰς τήν γῆν, συμπενθοῦσι καί συγκλαίουσι καί συνοδύρονται διά τά κακά τά γινόμενα καί κινοῦντα τήν ὀργήν˙ εἰσί δέ Ἰωάννης ἐν Ρώμῃ καί Ἠλίας ἐν Κορίνθῳ καί ἄλλος ἐν τῇ ἐπαρχίᾳ Ἱεροσολύμων˙ (ἤτοι αὐτός ὁ ἴδιος Βαρσανούφιος πιστεύω ὅτι ἀνύουσι τό μέγα ἔλεος˙ ναί ἀνύουσιν. Ἀμήν» (Ἀποκρ. φξδ'). Ἐπειδή δέ τῶν ὑπό Θεοῦ χαριτωθέντων ἁγίων, ὄχι μόνον ὁ νοῦς καί ἡ ψυχή χαριτώνεται καί ἁγιάζεται, ἀλλά καί τά ἱερά αὐτῶν σώματα μεταλαμβάνουσι διά μέσου τῆς ψυχῆς, τήν χάριν καί τόν ἁγιασμόν˙ἔφη γάρ ὁ τῆς Θεσσαλονίκης μέγας Γρηγόριος˙ «ὁ μέν τοι τούτων (τῶν ὑπερφυῶν χαρίτων δηλαδή) εὐμοιρήσας νοῦς, καί πρός τό συνημμένον σῶμα πολλά διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια, χάριτί τε καί σαρκός παχύτητι μεσιτεύων» (Λόγ. εἰς τήν Ξένην). Διά τοῦτο καί τοῦ ἁγίου Βαρσανουφίου, ὄχι μόνον ἡ ψυχή καί ὁ νοῦς (39) ἐχαριτώθη καί ἡγιάσθη, ἀλλά καί τό ἱερόν σῶμά του τῆς θείας ἀπόλαυσε χάριτος καί ἁγιότητος˙ διά τοῦτο καί ὅσα πράγματα ἤγγιζον εἰς αὐτό, μετελάμβανον καί αὐτά κάποιαν θείαν δύναμιν καί χάριν. Ὅθεν καθώς ἀναγινώσκομεν εἰς τάς Πράξεις, ὅτι τά σουδάρια (ἤτοι τά μανδήλια) καί τά σιμικίνθια (ἤτοι τά φακιόλια, ἤ ζωνάρια) τοῦ Ἀποστόλου Παύλου, ἐποίουν θαύματα καί ἰάτρευον τούς ἀσθενεῖς «ὥστε καί ἐπί τούς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπό τοῦ χρωτός αὐτοῦ σουδάρια, ἤ σιμικίνθια, καί ἀπαλλάσσεσθαι ἀπ᾿ αὐτῶν τάς νόσους» (Πράξ. ιθ'11), τοιουτοτρόπως καί τό κουκούλιον τοῦ μεγάλου Βαρσανουφίου πεμπόμενον εἰς τόν ἀπό Μηρωσάβης Ἰωάννην, ἐσκέπαζεν αὐτόν ἀπό πολλῶν πειρασμῶν καί κακῶν (Ἀποκρ. α'). Ἄλλος δέ ὅσιος ἔστειλεν εἰς αὐτόν τό κουκούλιον καί ἀνάλαβόν του (ἤτοι τό πολυστραύριον) καί παρεκάλεσεν αὐτόν διά νά τά φορέσῃ καί διά τοῦ φορέματός του νά τά ἁγιάσῃ, καί οὕτω νά τά ἀποστείλῃ πάλιν εἰς αὐτόν διά νά τά ἔχῃ σκέπην του καί βοήθειαν (Ἀποκρ. ρκδ'). Πολλοί δέ ἔστελλον καί ἐλάμβανον εὐλογίαν, ἤτοι μέρος τι ἀπό τόν ἄρτον ὅπου ἔτρωγε καί ἀπό τό ὕδωρ ὅπου ἔπινε, καί λαμβάνοντες ταῦτα, ἐλαφρώνοντο ἀπό τά πάθη ὅπου τούς ἐπολέμουν˙ καί ὅρα τήν μγ' Ἀπόκρισιν καί μζ' καί ροα'.

Τί λέγω ταῦτα; καί αὐτή μόνη ἡ φωνή τοῦ θείου Βαρσανουφίου, ἁγία ἐπιστεύετο νά εἶναι. Ὅθεν πολλοί ἐπεθύμουν καί παρεκάλουν τόν ἅγιον νά ἀξιωθοῦν διά νά τόν προσκυνήσουν καί νά ἀκούσουν τήν ἁγίαν φωνήν του. Ἐπίστευον γάρ ὅτι αὐτή θέλει εἶναι εἰς αὐτούς σκέπη μεγάλη καί βοήθεια (Ἀποκρ. σκζ'), ἀλλά καί αὐτό το ψιλόν ὄνομα τοῦ ἀββᾶ Βαρσανουφίου, ἐν μόνῃ τῇ διανοίᾳ, ἐπικαλούμενον ἐνήργει καί βοήθειαν ἐπροξένει εἰς τούς αὐτό ἐπικαλουμένους, καθώς ἕνα τοιοῦτον ἐνεργήθη εἰς τήν ἡγούμενον τοῦ Κοινοβίου Αἰλιανόν. Ἔλεγε γάρ πρός αὐτόν, ζητοῦντα πῶς νά δίδῃ ἑκάστῳ ἀπόκρισιν, ὁ ἄλλος Γέρων θεῖος Ἰωάννης, «ὅπου οὖν φθάσῃς, αἴτησαι ἐν τῇ διανοίᾳ σου τόν ἅγιον Γέροντα, ὅτι Ἀββᾶ, τί λαλήσω; καί μή μεριμνήσῃς τί εἴπῃς» (Ἀποκρ. φπα'). Τοιαῦτα μέν μεγάλα χαρίσματα ἠξιώθη νά λάβῃ καί εἰς τοσαύτην τελειότητα ἀρετῶν ἀνέβη ὁ μέγας ἐν Πατράσι Βαρσανούφιος, ἀλλά τά τόσα μεγάλα χαρίσματα ἦτον, ἀδελφοί μου, συντροφιασμένα καί μέ τόσους μεγάλους πειρασμούς, ὅσους δέν δύναταί τινας ὄχι νά ὑπομείνῃ πραγματικῶς, ἀλλ᾿ οὐδέ νά ἀκούσῃ μέ μόνην ψιλήν ἀκοήν˙ καί ἄκουσον αὐτοῦ γράφοντος πρός τόν ἀπό Μηρωσάβης Ἰωάννην˙ «ἐάν γράφω σοι, οὕς ὑπέμεινα πειρασμούς, ἔτι λέγω σοι, οὐ βαστάζουσι τά ὦτα σου˙ ἀλλά τάχα οὐδέ ἄλλου τινός εἰς τόν καιρόν τοῦτον» (Ἀποκρ. ιγ'). Ἀλλά καί μεγάλας ἀσθενείας ὁ τρισμακάριος ἐδοκίμασε, πλήν μέ τόσην γενναιότητα, ὥστε ὅπου ἐν τῇ ἀσθενείᾳ του ποτέ εἰς κλίνην δέν ἔπεσε νά ἀναπαυθῇ, ἀλλ᾿ οὔτε ἄφηνε ποτέ τό ἐργόχειρόν του (Ἀποκρ. ρξζ'). Καί δικαίως τοῦτο ἔγινε˙ διότι τά μεγάλα χαρίσματα, ἔχουσι καί μεγάλους πειρασμούς˙ καί ὅποιος δέν χύσει αἷμα, Πνεῦμα ἅγιον νά λάβῃ δέν ἠμπορεῖ˙ ὅθεν εἶπεν ὁ Πέτρος ὁ Δαμασκηνός, (σελ. 40) «δός αἷμα, καί λάβε Πνεῦμα». Καί ἄλλον δέ Πατήρ εἶπε˙ «δεῖξον ἔργα, καί ἀπαίτει μισθούς». Ἔζη δέ ὁ ἅγιος οὗτος ἐπί τῶν χρόνων τοῦ Βασιλέως Ἰουστινιανοῦ, κατά τόν ἕκτον αἰῶνα, ἤτοι εἰς τούς ἑξακοσίους χρόνους ἀπό Χριστοῦ. Εἰς διάστημα δέ πεντήκοντα ὁλοκλήρων χρόνων καί ἐπέκεινα, ἄνθρωπος δέν εἶδε τόν Ὅσιον τοῦτον μέ τό νά ἦτο κεκλεισμένος μέσα εἰς ἕνα μικρότατον κελλάκι, ὡσάν μέσα εἰς ἕνα τάφον, ὡς εἴπομεν, καί πλήν τοῦ ἄρτου καί ὕδατος, ἄλλο τι φαγητόν δέν ἔφαγεν εἰς τούς χρόνους αὐτούς˙ ὅθεν ταῦτα ἀκούοντας περί αὐτοῦ ὁ τότε Πατριάρχης Ἱεροσολύμων, Εὐστόχιος ὀνομαζόμενος, καί μή πιστεύοντας αὐτά ὡς παράδοξα, ἠθέλησε νά τόν ἰδῇ. Καί λοιπόν παίρνοντας ἀνθρώπους μαζί του, ἐπῆγεν εἰς τό ἐγκλειστήριον τοῦ Ὁσίου, καί εὐθύς ὅπου ἐδοκίμασε νά χαλάσῃ τόν τοῖχον καί νά ἔμβῃ μέσα, ὤ τοῦ θαύματος; εὐγῆκε φωτία καί ὀλίγον ἔλειψε νά κατακαύσῃ καί ἐκεῖνον καί τούς ἀνθρώπους ὅπου εἶχε μαζί του, καθώς ταῦτα μαρτυρεῖ ὁ Σχολαστικός Εὐάγριος ἐν τῷ λβ' κεφαλαίῳ τοῦ δ' βιβλίου τῆς Ἐκκλησιαστικῆς Ἱστορίας του, ἐπί λέξεως γράφων:

«Γεγόνασι δέ κατ᾿ ἐκεῖνο καιροῦ ἄνδρες θεοφόροι, καί μεγάλων σημείων ἐργάται πολλαχοῦ μέν γῆς, ὧν δέ τό κλέος ἑκασταχοῦ διέλαμψε, Βαρσανούφιος Αἰγύπτιος γένος. Οὗτος ἐν σαρκί τόν ἄσαρκον διήθλευσε βίον, ἔν τινι φροντιστηρίῳ ἀγχοῦ Γάζης τοῦ πολίσματος, ὥστε πολλά μέν, καί μνήμης κρείττονα θαυματουργῆσαι, πιστεύεσθαι δέ καί ζῆν αὐτόν ἐν οἰκίσκῳ καθειργένον˙ καίτοι γε ἀπό τούτου πεντήκοντα καί πρός γε χρόνων, οὔτε ὀφθέντα οὔτε ἐπί γῆς τινος μετειληφότα˙ οἷς δυσαπιστῶν Εὐστόχιος ὁ τῶν Ἱεροσολύμων πρόεδρος, ἐπειδάν διορύττειν τόν οἰκίσκον ἔγνω, οὗ καθεῖρκτο ὁ ἄνθρωπος τοῦ Θεοῦ, πῦρ ἐκθορόν, μικροῦ αὐτόσε πάντας ἐνέπρησεν». Ἀφ᾿ οὗ δέ ὁ μέγας Βαρσανούφιος τόν τοῖς ὁσίοις πρέποντα ὕπνωσεν ὕπνον καί ἀπῆλθε πρός ὅν ἐπόθει Χριστόν, ἐβάλθη εἰς τήν θήκην αὐτοῦ ὁ Γέρων ἐκεῖνος ὁ οἰκῶν ἐν τῷ Κοινοβίῳ, καθώς ἔτι ζῶν προεφήτευσε καί τοῦτο ὁ αὐτός θεῖος Βαρσανούφιος˙ καί ὅρα τήν ρνγ' ἐρώτησιν.

Πρέπει δέ νά ἠξεύρουν οἱ ἀναγνῶσται, ὅτι δύο ἐστάθησαν Βαρσανούφιοι, ἕνας ὁ παρών ἅγιος καί ὀρθοδόξατος Πατήρ, καί ἄλλος αἱρετικός, ἐκ τῆς αἱρέσεως τῶν μονοφυσιτῶν, οἵτινες καί ἀκέφαλοι καί δεκακέρατοι ὠνομάζοντο, διότι εἶχον πολλούς ἀρχηγούς τῆς αἱρέσεώς των, τόν ὁποῖον αὐτόν αἱρετικόν Βαρσανούφιον ἀναφέρει ὁ θεῖος Σωφρόνιος, ὁ Πατριάρχης Ἱεροσολύμων (σελ. 42) εἰς τόν λίβελλον, ἤτοι εἰς τήν ἔγγραφον ὁμολογίαν τῆς πίστεως, ὅπου ἔστειλε πρός τήν ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσαν κατά τῶν μονοθελητῶν ἁγίαν καί οὐκουμενικήν ἕκτην Σύνοδον. Ὅτι δέ ὁ θεῖος Βαρσανούφιος, ὁ νῦν ἡμῖν προκείμενος εἰς διήγησιν ἦτον ὀρθοδοξότατος καί ἐδέχετο αὐτόν ἡ τοῦ Χριστοῦ Ἐκκλησία ὡς ἅγιον, ἐβεβαίωσε καί ὁ ἅγιος Πατριάρχης Ταράσιος ἐρωτηθείς περί τούτου ἀπό τόν ἅγιον Θεόδωρον τόν Στουδίτην. Βεβαιοῖ δέ καί ὁ αὐτός Θεόδωρος ὁ Στουδίτης ἐν τῇ αὐτοῦ Διαθήκῃ˙ καί τέλος πάντων ἐπιβεβαιοῖ καί αὐτή ἡ ἰδία ἁγία εἰκών τοῦ θείου Βαρσανουφίου, ἡ ὁποία ἕως εἰς τούς καιρούς Θεοδώρου τοῦ Στουδίτου, ἦτον εἰς τήν μεγάλην τοῦ Χριστοῦ Ἐκκλησίαν μαζί μέ τάς λοιπάς ἱεράς εἰκόνας τῶν ἁγίων Πατέρων, Ἀντωνίου, λέγω, Ἐφραίμ καί πολλῶν ἄλλων ἁγίων˙ ἵνα δέ ἀξιοπιστοτέρα ἡ περί τούτου μαρτυρία γένηται, ἰδού ἐκθέτω ἐδῶ τά ἴδια λόγια τοῦ ἁγίου Θεοδώρου τοῦ Στουδίτου, καθώς εἶναι γεγραμμένα ἑλληνιστί.

«Προσέτι καί πᾶσαν βίβλον θεόπνευστον Παλαιᾶς τε καί Νέας Διαθήκης ἀποδέχομαι. Ἔτι μήν καί πάντων τῶν θεσπεσίων Πατέρων, Διδασκάλων τε καί Ἀσκητῶν τούς βίους τε καί τά θεῖα συγγράμματα. Τοῦτο δέ λέγω διά τόν φρενοβλαβῆ Πάμφιλον, τόν ἀπό Ἀνατολῆς φοιτήσαντα καί τούς δε τούς Ὁσίους διαβαλόντα˙ λέγω δή, Μᾶρκον, Ἡσαΐαν, Βαρσανούφιον, Δωρόθεόν τε καί Ἡσύχιον˙ οὐ μήν Βαρσανούφιον καί Δωρόθεον τούς τῶν Ἀκεφάλων συνακεφάλους, καί τούς τοῦ λεγομένου Δεκακεράτου συνομοκεράτους καί ὑπό τοῦ ἐν ἁγίοις Σωφρονίου ἐν τῷ Λιβέλλῳ αὐτοῦ ἀναθεματιζομένους: Ἑτέρων δηλονότι παρά τούς δέ ὄντων τῶν προειρημένων, οὕς ἐγώ πατροπαραδότως ἀποδέχομαι δι᾿ ἐρωτήσεως τοῦ ἤδη ἀρχιερατεύσαντος Ταρασίου τοῦ ἁγιωτάτου Πατριάρχου, ἑτέρων τε ἀξιοπίστων προσώπων, αὐτοχθόνων τε καί ἀνατολικῶν, ὥς τε καί τήν εἰκόνα Βαρσανουφίου ἐν τῇ θείᾳ ἐνδυτῇ τῇ τῆς μεγάλης Ἐκκλησίας συνίστασθαι τοῖς ἁγίοις Πατράσιν Ἀντωνίῳ, Ἐφραίμ καί ἑτέροις˙ καί ὡς μήτι ἐν ταῖς διδασκαλίαις αὐτῶν εὑρηκώς ἀσέβημα˙ τοὐναντίον δέ, καί πολλήν ψυχικήν λυσιτέλειαν».